Ancient Greek
3.77.13
Proclus Phil., In Platonis Timaeum Commentaria 3.77.13
Unproofread scanNot analysed yet
καὶ ἄλλαχοῦ· καὶ πλατὺς ἄήρ μηναιὸς τε δρόμος καὶ ἀείπολος ἠελίοιο. τάχα μὲν οὖν, ὅπερ ἔφην, καὶ ἀπὸ τῶν λογίων πιστοῦσθαι δυνατόν, ὅτι πρὸ σελήνης εὐθὺς ὁ ἥλιος, ὡς πρὸ τοῦ ἄέρος ἡ σελήνη, τοῦ οὐρανοῦ παντὸς τὴν πυρὸς ἔχοντος τάξιν, ὁ καὶ Πλάτωνι δοκεῖ μετὰ τὴν οὐρανίαν ἰδέαν τάττοντι τὴν ἀερίαν ἐν τοῖς περὶ τῶν τεττάρων ἰδεῶν λόγοις, ὡς ἔρει μικρὸν ὕστερον [40A]. εἰ μὴ ἄρα οὐκ ἀναγκαῖον ὑπὲρ σελήνην εὐθὺς εἶναι τὸν ἥλιον διὰ τὴν πρὸς τὸν αἰθέρα