Ancient Greek
3.78.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.78.1
Unproofread scanNot analysed yet
ἀναλογίαν· οὐδὲ γὰρ ὁ αἰθήρ εὐθὺς ὑπὲρ ἥλιον· ὥστε πάλιν οὗτος ὁ λόγος οὐκ ἐξ τὸν ἥλιον ἀμέσως ὑπὲρ σελήνην τάττειν, ὡς οὐδὲ τὸν αἰθέρα ἀμέσως ὑπὲρ τὸν ἥλιον. ἀλλ’ οὖν ἡ τῶν παλαιῶν φήμη ταύτην ἐδίδου τῷ ἡλίῳ τὴν τάξιν· καὶ γὰρ Ἀριστοτέλης οὕτως ᾤετο καὶ οἱ ἀμφὶ τὸν Εὐδοξον. εἰ δέ τινες ταῖς τῶν μαθηματικῶν ὑποθέσεσι χαίροντες μέσον τῶν ἑπτὰ πλανήτων τάττειν ἀξιοῖεν τὸν ἥλιον, συνάγοντα καὶ συνδέοντα τὰς ἐφ’ ἑκάτερα αὐτοῦ τριάδας, ἴστωσαν μηδὲν ἔχρὸν μηδὲ αὐτοὺς τοὺς ἀπὸ τῶν μαθημάτων λέγοντας· τὸ μὲν γὰρ λέγειν, ὅτι ἐπεπρόσθησαν ἄν, εἰ μετὰ τὸν ἥλιον ἦσαν, Ἀφροδίτη καὶ Ἑρμῆς, ὡς ἡ σελήνη ποτὲ τῷ ἡλίῳ, διελέγχουσι δεικνύντες, ὅτι ἅνιξά ἄν κατὰ μήκος συνοδεύσωσιν αὐτῷ, κατὰ πλάτος διαφέρουσιν ἐκ παντός, καὶ τοῦτο τοῦ μὴ ἐπιπροσθεῖν αὐτοὺς αἴτιον. αὐτὸ δὲ τοῦτο <τὸ> δεόμενον ἀνάγκης, ὅτι μέσος ὁ ἥλιος, οὐκ ἔχουσι πιστώσασθαι δι’ ἀποδείξεων, δι’ οἷων εἰώθασιν τὰ πολλὰ πιέζειν. ὁ γέ τοι Πτολεμαῖος ἐν μὲν τῇ Συντάξει [9, 1] τῷ εὐλόγῳ καὶ τῷ πιθανῷ φησιν ἀκολουθοῦντας τίθεσθαι προσῆκειν τῶν ἑπτὰ μέσον τὸν ἥλιον, ἵνα τῶν πέντε πλανωμένων πρὸ αὐτοῦ μὲν ᾖσιν οἱ παντελῶς αὐτοῦ ἀφισταμένοι, μετ’ αὐτὸν δὲ οἱ συνόντες αὐτῷ καὶ προπομπεύοντες ἢ δορυφοροῦντες αὐτόν. ἐν δὲ ταῖς Ὑποθέσεσιν ἐκ τῶν ἀποστημάτων οὐ πάνυ διατεινόμενος [οὐδὲ ἐν τούτοις] οὐδὲ ἐν ταύταις συλλογίζεται περὶ αὐτῶν· ἐπειδή γὰρ ἐκ τῶν ἐν <τῇ> Συντάξει [5, 15 init. cf. 5, 13 fin.] δεδειγμένων, οἷον ποτὲ ἐστὶν ἡ ἐκ τοῦ κέντρου τῆς γῆς ἐνός, τοιούτων συνάγεται τὸ μὲν ἐλάχιστον ἀπόστημα τῆς σελήνης λγ, τὸ δὲ μέγιστον ξδ (συναπαρτιζέσθω γὰρ τὰ μόρια, ἵνα ἐν ὅλαις μονάσιν ἔχωμεν τὸν λόγον) καὶ πάλιν τὸ μὲν ἐλάχιστον ἀπόστημα τοῦ ἡλίου τῶν αὐτῶν ,αοζ, τὸ δὲ μέγιστον ,αοξ, καὶ λόγος ἐπὶ τῆς ὑποθέσεως