Ancient Greek
3.77.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.77.2
Unproofread scanNot analysed yet
καὶ ἐκ τῶν ἐν Πολιτείᾳ [X 616E] γεγραμμένων· τὸν γὰρ ἥλιον δεύτερον τάττει μετὰ σελήνην, ἐπεὶ καὶ ἡ κοινωνία τῶν θεῶν τούτων ἡ περὶ τὴν ἐμφανῆ ποίησιν πλεῖστη τις ἐστιν· ὁ μὲν γὰρ πατρός, ἡ δὲ μητρὸς ἔχει τάξιν, καὶ τὰ αἴτια αὐτῶν τὰ τε νοητὰ καὶ τὰ νοερὰ συνήψεται ἀλλήλοις, καὶ ἀπὸ μιᾶς αἰτίας ἐξεφάνησαν· τίκτει γὰρ ἡ αὐτὴ θεὸς Ἥλιόν τε μέγαν καὶ λαμπρὰν Σελήνην [Hes. theog. 18], τάχα καὶ τῶν λογίων ἡμᾶς τοῦτο διδασκόντων, πανταχοῦ μετὰ τὸν ἥλιον τὴν σελήνην ταττόντων καὶ μετὰ τὴν σελήνην τὸν ἀέρα, καὶ ὅταν ἄνωθεν τὴν τάξιν αὐτῶν παραδιδῶ καὶ ὅταν κάτωθεν·