Ancient Greek
3.77.16
Proclus Phil., In Platonis Timaeum Commentaria 3.77.16
Unproofread scanNot analysed yet
τάχα μὲν οὖν, ὅπερ ἔφην, καὶ ἀπὸ τῶν λογίων πιστοῦσθαι δυνατόν, ὅτι πρὸ σελήνης εὐθὺς ὁ ἥλιος, ὡς πρὸ τοῦ ἀέρος ἡ σελήνη, τοῦ οὐρανοῦ παντὸς τὴν πυρὸς ἔχοντος τάξιν, ὅ καὶ Πλάτωνι δοκεῖ μετὰ τὴν οὐρανίαν ἰδέαν τάττοντι τὴν ἀερίαν ἐν τοῖς περὶ τῶν τεττάρων ἰδεῶν λόγοις, ὡς ἔρει μικρὸν ὕστερον [40A]. εἰ μὴ ἄρα οὐκ ἀναγκαῖον ὑπὲρ σελήνην εὐθὺς εἶναι τὸν ἥλιον διὰ τὴν πρὸς τὸν αἰθέρα