Ancient Greek
3.79.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.79.1-2
Unproofread scanNot analysed yet
τοῦ Ἑρμοῦ ἐλαχίστου ἀποστήματος πρὸς τὸ μέγιστον ὁ τῶν λδ πρὸς τὰ πη ἔγγιστα, δῆλον, ὅτι συναπτομένου τοῦ μεγίστου ἀποστήματος τῆς σελήνης τῷ ἐλαχίστῳ τοῦ Ἑρμοῦ τοιούτων ἔσται καὶ τὸ μέγιστον αὐτοῦ ἀπόστημα ρξς, οἷον τὸ ἐλάχιστον ξδ. πάλιν ἐπειδή καὶ ἐπὶ τῆς Ἀφροδίτης ὁ τοῦ ἐλαχίστου ἀποστήματος λόγος πρὸς τὸ μέγιστον ὁ αὐτὸς συνάγεται τῷ τῶν ις πρὸς τὰ ρδ ἔγγιστα, φανερὸν, ὅτι συναπτομένου τοῦ μεγίστου ἀποστήματος τοῦ Ἑρμοῦ τῷ ἐλαχίστῳ τῆς Ἀφροδίτης, τοιούτων ἔσται καὶ τὸ μέγιστον ἀπόστημα τῆς Ἀφροδίτης ,αοθ, οἷον τὸ ἐλάχιστον αὐτῆς ρξς· ὥστε ἐπεὶ καὶ τὸ τοῦ ἡλίου ἐλάχιστον ἀπόστημα ἐστι ,αος, τοσοῦτον λειπόμενον τοῦ μεγίστου τῆς Ἀφροδίτης, ὅσον ἂν καὶ διαλάθῃ καὶ παρ’ αὐτὰς τὰς ὑποθέσεις, δῆλον, ὅτι μεταξὺ σελήνης καὶ ἡλίου τὴν τε τοῦ Ἑρμοῦ σφαῖραν καὶ τὴν τῆς Ἀφροδίτης ἐστὶ τακτέον· συνάπτει γὰρ τὸ μὲν μέγιστον τῆς σελήνης τῷ ἐλαχίστῳ τοῦ Ἑρμοῦ, τὸ δὲ μέγιστον τοῦ Ἑρμοῦ τῷ ἐλαχίστῳ τῆς Ἀφροδίτης, τὸ δὲ ταύτης μέγιστον τῷ ἐλαχίστῳ τοῦ ἡλίου σύνεγγυς. δεῖ δὲ οὐδὲν εἶναι κενόν. ὁ μὲν οὖν Πτολεμαῖος ἐν τοιούτοις λόγοις συνάγει μέσον εἶναι τὸν ἥλιον τῶν ἑπτὰ πλανήτων. ἀλλὰ τῶν μὲν μαθηματικῶν οὐ πολὺς λόγος πιθανολογούντων. ὁ δὲ θεουργὸς οὕτως οἴεται σαφῶς εἰπὼν τὸν δημιουργὸν ἐξ ἀνακρεμάσαι ζῶνας ἑβδομον ἥλιον μεσεμβολήσαντα πυρ, ᾧ μὴ θέμις ἀπιστεῖν. ὁ δ’ οὖν Πλάτων εἰς τὴν πολλὴν κοινωνίαν καὶ τὴν ὁμοφυῆ παράδοον ἀπὸ τῆς αὐτῆς αἰτίας ἡλίου καὶ σελήνης ***καὶ τὴν εἰς τὸν κόσμον πρόοδον αὐτῶν ὡς συννημένην παραδέδωκε. καὶ οὐδὲ ταύτης ἥρξεν αὐτὸς τῆς ὑποθέσεως, ἀλλ’ Ἀναξαγόρας [A 75 p. 320 D.] τοῦτο πρῶτος ὑπέλαβεν, ὡς ἱστόρησεν Εὔδημος [frg. 98]. πάλιν δὲ αὐτὸ τοῦτο τῶν ἐξητημένων ἐστί, διὰ ποίαν αἰτίαν ἰσόδρομοί εἰσιν ἥλιος καὶ Ἀφροδίτη καὶ Ἑρμῆς. καὶ οἱ μὲν ἀπὸ τῶν μαθημάτων