Ancient Greek
3.82.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.82.1-2
Unproofread scanNot analysed yet
ἐστι καὶ ἀνυπέρβλητος δύναμις καὶ διὰ τοῦτο καθ’ ἑαυτὴν ἀσύμμετρος, αἱ δὲ τῆς Ἀφροδίτης καὶ αἱ τοῦ Ἑρμοῦ συμμετρίαν ἐπιλάμπουσαι καὶ εὐκρασίαν διὰ τὸ ἀεὶ μετὰ ἡλίου περιπολεῖν ἐναρμόνιον παρέχονται τὴν ἡλιακὴν ποίησιν· ἄμφω γὰρ κοινωνίας εἰσὶν αἴτιοι καὶ ὁ Ἑρμῆς, κοινωνὸς ὢν ἐν ταῖς ποιήσεσι τῶν τε ἡμερινῶν καὶ τῶν νυκτερινῶν καὶ ἀρρενούμενος καὶ θηλυνόμενος, καὶ ἡ Ἀφροδίτη, συνδετικὴν ἔχουσα δύναμιν καὶ συναρμοστικὴν τῶν διεστῶτων. εἴποις δ’ ἂν καὶ διότι ὁ μὲν ἥλιος οὔτε ἀφαιρέσεσιν οὔτε προσθήσεσι χρῆται τῶν κινήσεων οὔτε στηριγμοῖς, Ἑρμῆς δὲ καὶ Ἀφροδίτη προποδισμοῖς χρῶνται καὶ στηριγμοῖς καὶ ὑποποδισμοῖς, ἐναντίας αὐτοὺς εἰληχέναι πρὸς τὸν ἥλιον κατὰ τὸ φαινόμενον· δυνάμεις. καὶ μήποτε, καθὰ καὶ πρότερον εἴπομεν [II 267, 19ss], ταῖς πρώταις τρισὶ μονάσι ταῖς ἐν προθύροις τἀγαθοῦ [Phil. 64C] προῆλθον ἄνὰ λόγον· ὁ μὲν γὰρ ἥλιος, ὡς ἐμάθομεν ἐν Πολιτεία [VI 508As], τῆς ἀληθείας εἰκόνα τὸ φῶς ὑπέστησεν, ἡ δὲ Ἀφροδίτη κάλλους ἐστὶν αἰτία τοῖς γεννητοῖς, ὁ ἐστὶν ἐκείνου μίμημα τοῦ κάλλους, ὁ δὲ Ἑρμῆς συμμετρίας πᾶσιν αἴτιος λόγος ὢν τοῖς περὶ τὴν γένεσιν· πᾶσα γὰρ συμμετρία καθ’ ἓνα πρόεισι λόγον καὶ κατ’ ἀριθμόν, ὧν ἐστὶν ὁ θεὸς οὗτος δοτήρ. ἐκείνων οὖν τῶν μονάδων ὄντες ἄνὰ λόγον μετ’ ἀλλήλων οὐσῶν εἰκῶς καὶ αὐτοὶ συνεῖναι ἀλλήλοις ἐφίενται καὶ συμπεριπολεῖν. διὰ δὴ τοῦτο καὶ καταλαμβάνουσι καὶ καταλαμβάνονται διὰ τὴν μετ’ ἀλλήλων ποίησιν καὶ τὴν συναπεργασίαν τῶν δημιουργικῶν ἔργων. εἰ δὲ καὶ τότε μὲν κινοῦνται θάττον, τότε δὲ βραδύτερον, καὶ οὐχ ὅτε θάττον οἱ ἕτεροι, τότε καὶ οἱ λοιποί, οὐδ’ ὅτε βραδύτερον, καὶ οἱ ἄλλοι, εἰκῶς καταλαμβάνουσιν ἀλλήλους οἱ θάττον κινούμενοι τοὺς βραδύτερον καὶ καταλαμβάνονται ἔμπαλιν. καὶ ἡ μὲν πάντων περίοδος μία, τὰ δὲ μέρη τῶν περιόδων διαφέροντα τῷ θάττονι καὶ βραδυτέρῳ κατ’ ἄλλα καὶ ἄλλα μέρη