Ancient Greek
3.83.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.83.1-2
Unproofread scanNot analysed yet
τῶν περιόδων ποιεῖ καταλαμβάνεσθαι καὶ καταλαμβάνειν αὐ-
τοὺς ἀλλήλους ἄλλοτε ἄλλους. οὖκοὖν διὰ τε τούτων καὶ
τῶν ἔμπροσθεν προειρημένων συναγάγωμεν, ὅτι κατὰ Πλά-
τωνα ἡ μὲν ἀπλανὴς μία καὶ ὁμαλῆς, αἱ δὲ ἐπτὰ πλανώ-
μεναι ἑαυταῖς μὲν ὁμαλεῖς, πρὸς δὲ ἀλλήλας ἄνώμαλοι,
πλὴν ὅτι αἱ τρεῖς καὶ ἀλλήλαις ἰσόδρομοί εἰσι· πρὶν γὰρ
παραγάγῃ τοὺς ἐπτὰ τοῦ<του>ς κύκλους, εἶπεν αὐτοὺς ἰσο-
δρόμους εἶναι. ὅτι δὲ ἑκάστη ἑαυτῇ ὁμαλῆς, δηλοῖ καὶ ὁ ἐν
Πολιτείᾳ [X 617B] Σωκράτης εἰπὼν ἐπὶ τῶν ὀπτῶ
κύκλων ἔφεστάναι Σειρῆνα μίαν φωνὴν ἑῖσαν, ἕνα
τόνον. ὥστε τὸ ὁμαλὲς κοινὸν αὐτοῖς. οἱ δὲ ἐπτὰ ἄστερες
κινλοῦνται μὲν καὶ περὶ τὰ ἑαυτῶν κέντρα, κινλοῦνται δὲ καὶ
διὰ τοῦ βάθους τῶν σφαιρῶν, οἵ τε ἄλλοι καὶ οἱ τρεῖς
καταλαμβάνοντες καὶ καταλαμβανόμενοι, διὰ τὴν ἄνωμαλίαν
τῶν ἰδίων κινήσεων· ἐπεὶ εἰ γε καὶ αὐτοὶ ὡς αἱ σφαῖραι
ὁμαλῶς ἐκινλοῦντο, οὐκ ἂν ποτε τοῦτο ὑπέμειναν, ἀλλ’ ἦσαν
ἂν ὁμοίως ἀεὶ διεστῶτες ἀλλήλων. τοῦτο γοῦν ἔρει [39 D]
καὶ αὐτός, δι’ οὐρανοῦ πορευομένους αὐτοὺς ἔχειν
τροπάς. ὑπὲρ οὖν τὴν τριάδα ταύτην οὕτως οὖσαν ἐναρ-
μόνιον, ἅτε τῆς Ἀφροδίτης ἐνοποιοῦσης καὶ εἰς κοινωνίαν
ἄγουσης τὴν Ἑρμαϊκὴν ποίησιν ἀνειμένην οὖσαν καὶ τὴν
ἡλιακὴν δημιουργίαν ἐπιτεταμένην, ἄλλη τριάς ἐστι Κρόνου
μὲν καὶ Ἄρεος ἄκρων ὄντων καὶ ἐναντίων ἀλλήλοις, καθ’ ὅσον
ὁ μὲν συνοχῆς, ὁ δὲ διαιρέσεως αἴτιος, καὶ ὁ μὲν ψύξεως,
ὁ δὲ θερμότητος, τοῦ δὲ Διὸς ἐν μέσῳ τεταγμένου καὶ εἰς
εὐχρασίαν ἄγοντος αὐτῶν τὰς δημιουργικὰς ποιήσεις. εἰ
δὲ καὶ κατὰ ἄλλον τρόπον ἐθέλοις τὴν μεσότητα τὴν ἡλίου
θεωρεῖν, νόησον τὰς ἐφ’ ἑκάτερα αὐτοῦ δύο πεμπάδας,
κάτωθεν μὲν σελήνην καὶ τὴν τῶν στοιχείων τετρακτύν,
ἵνα καὶ τὸ αἰθέριον νοήσης ὡς ἔχον τι διαφέρον πρὸς τὸν