Ancient Greek
3.84.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.84.1
Unproofread scanNot analysed yet
κυρίως ἄερα λεγόμενον ἢ καὶ τὴν τοῦ πυρὸς τοῦ ἔνταῦθα συμπαραλάβης φύσιν, ὃ δὴ ταῖς τῶν στοιχείων πάντων συν-E διῆκει στάσει, κινοῦν πάντα καὶ διεγείρον εἰς τὰς ποιήσεις (τὰ γὰρ ἄμοιρα πυρὸς νεκρὰ πάντα, τῆς ψύξεως ἐναντίας οὖσης πρὸς τὴν ζωήν), ἄνωθεν δὲ τοὺς κυβερνήτας τῆς ὅλης γενέ-σεως, κοινὸν ἔχοντας πάντας ὃ μήτε ἥλιος ἔχει μήτε σελήνη, τοὺς προποδισμοὺς <καὶ στηριγμοὺς> καὶ ὑποποδισμούς, δι’ ὧν ἡ τῶν ὑπὸ σελήνην φύσις παντοίως ἐξαλλάττεται προσ-θέσεσι καὶ ἀφαιρέσεσιν ἐπιδόσεσί τε καὶ ἀνέσεσι τῶν λό-γων καὶ τῆς ζωῆς καὶ τῆς συμπάσης αὐτῶν οὐσίας, αὐτὸν δὲ ἐκ μέσου πάντη διατείνοντα καὶ τὰς μὲν τῶν πρὸ αὐτοῦ θεῶν ποιήσεις τελειοῦντα, τὰς δὲ τῶν μετ’ αὐτὸν ἀνεγεί-ροντα δυνάμεις καὶ ἀναζωπυροῦντα καὶ ποικίλως μεταβάλ-λοντα· διὸ καὶ φύλακα τοῦ παντὸς αὐτὸν προσείρηκεν ὁ θεολόγος καὶ περὶ αὐτὸν δυνάμεις ἀπέλιπε δημιουργικάς, ἀχράντους, ἀναγωγούς, τελεσιουργοὺς καὶ ἄλλας πολλὰς κα-θαρτικὰς τε καὶ κριτικάς, καθ’ ἃς διακοσμεῖ τὸ πᾶν αἰδίως περιπολῶν.