Ancient Greek
3.93.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.93.3
Unproofread scanNot analysed yet
Διττῆς, ὡς πολλάκις ὑπέμνησται, τῆς περιφορᾶς οὖσης, τῆς μὲν ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν, τῆς δὲ ἀπὸ δύσεως ἐπ’ ἀνατολὴν ὁ μὲν ἀμφοτέρας τὰς περιφορὰς κατανοήσας οἶδε, τίς μὲν κοινὴ τῶν ἀστέρων κίνησις, τίς δὲ ἡ ἰδία, καὶ τίνες μὲν θάττον κινούνται, τίνες δὲ βραδύτερον· ἀφορᾷ γὰρ πρὸς τὰς ἰδίας αὐτῶν κινήσεις καὶ οἶδεν, ὅτι τὰ ἐν τοῖς ἐπομένοις γιγνόμενα θάττονά ἐστι, καὶ οὕτως οὐ τὸν Κρόνον τῆς σελήνης εἶναι τίθεται ταχύτερον, ἀλλὰ τὴν σελήνην, ἀνατολικωτέραν αὐτὴν ἰδών, καὶ τὸν μὲν καταλαμβάνεσθαι, τὴν δὲ καταλαμβάνειν. ὁ δὲ οἴόμενος μίαν εἶναι μόνην καὶ ἀπλὴν πάντων κίνησιν τὴν ἀπ’ ἀνατολιῶν ἐπὶ δύσιν, ὅταν ἴδῃ τὸν Κρόνον καὶ τὴν σελήνην νῦν μὲν ἄμα ὄντας, νῦν δὲ δυτικώτερον, ὡς μᾶλλον κεινημένον θάττονά φησι, καὶ ὑπ’ αὐτοῦ καταλαμβάνεσθαι τὴν σελήνην φησίν, ὑπὸ θάττονος βραδυτέραν. τὸ δ’ αἴτιον τῆς πλάνης ἐστὶ τὸ πρὸς τὴν ταύτῳ περίοδον μόνην ἀποβλέπειν πολὺ τὸ κράτος ἔχουσαν, τὰς δὲ ἰδίας κινήσεις μὴ συλλογίζεσθαι τῶν πλανητῶν, καὶ ὅτι οὐκ ἐπὶ τὰ προηγούμενα ποιοῦνται τὴν μετά-