Ancient Greek
3.94.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.94.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39AB] βασιν, ἀλλ’ ἐπὶ τὰ ἑπόμενα. τοῦτο δὴ καὶ ὁ Ἀθηναῖος Ξένος [leg. VII 822B] ἐπέπληξε τοῖς πολλοῖς καὶ ἀστρονομίας ἀπειροῖς· αἰσχρὸν γάρ, φησίν, εἰ μὲν στάδιον ἐθεωροῦμεν, τὸ μὴ εἰδέναι τὸν θάττονα καὶ βραδύτερον καὶ τὸν οἴομενον τὸν θάττονα δρομεῖν βραδύτερον ἄτοπον οἴεσθαι, τὰ δὲ ὄντως Ὀλύμπια ὁρῶντας ἄγνοεῖν τὴν τε θάττω καὶ βραδυτέραν περίοδον δι’ ἀπειρίαν ἀστρονομίας· τὰ γὰρ τάχιστα περιόντα ὑπὸ τῶν βραδυτέρων περιόντων φαίνεται καταλαμβάνεσθαι, καίτοι γε αὐτὰ καταλαμβάνοντα· τοῖς πρὸς τὴν ἰδίαν αὐτῶν κίνησιν ἀποβλέπειν δυναμένοις ἐπικρατοῦσα ἢ ταύτου φορὰ τὸ ἐγγύτατα αὐτῆς τάχιστον φαίνεσθαι ποιεῖ. ἔστι δὲ ἐγγύτατα αὐτῆς τὸ ἐπ’ ἑλάττον ἀφριστάμενον αὐτῆς· ἔστωσαν γὰρ πρὸς τῇ καρδίᾳ τοῦ λέοντος, εἰ τύχοιεν, σελήνη καὶ Κρόνος, ἢ δὲ σελήνη τὴν ἰδίαν αὐτῆς κινουμένη κίνησιν ἀφρίσταται τοῦ ἀπλανοῦς ἀστέρος, ὁ δὲ Κρόνος ἐν πολλαῖς νυξὶν ὁρᾶται περὶ τὸν αὐτὸν τόπον. ὁ μὲν οὖν ἀστρονομικὸς οἶδεν, ὅτι θάττον ἀπέστη ἢ σελήνη διὰ τὴν ἐπὶ τὰ ἑπόμενα τῆς καρδίας κίνησιν· ὁ δὲ πολὺς οἴεται καὶ τὴν σελήνην καὶ τὸν Κρόνον ἐπὶ τὰ αὐτὰ τῷ παντὶ κεκινημένους ἀποκαταστήναι μὴ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸν μὲν ὡς θάττον ἐπὶ τὴν δυσὶν πρότερον ἐλθεῖν, τὴν δὲ ὡς βραδυτέραν ὑπολειφθῆναι καὶ μὴ προτέραν ἐπὶ τὸ δυτικώτερον ἐλθεῖν. οὕτω μὲν οὖν κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν. ἔστι δὲ ὅπη καὶ τοῦτο ἀληθὲς (λέγω δὴ τὸ θάττονα τὸν Κρόνον εἶναι), εἴπερ, ὡς προεῖρηται [p. 75, 25ss], μείζων ὁ τοῦ κύκλου τοῦ Κρονίου λόγος πρὸς τὸν κύκλον <τὸν σελήνιαχον> ἢ ὁ τοῦ χρόνου πρὸς τὸν χρόνον τῆς ἀποκαταστάσεως· τὸ γὰρ ἐγγυτέρω τῆς ἀπλανοῦς ἔσται θάττον διὰ τοὺς προειρημένους λόγους. ἀλλὰ τί τὸ ‘στρέφειν ἕλικα διὰ τὸ διχῇ κατὰ τἀναντία ἕμα προῖέναι’ καὶ πῶς ἐναντιώσιν ἐπὶ τῆς κυκλικῆς παραδεξόμεθα κινήσεως; οὔτε γὰρ τοῦτο αἴτιον τῆς ἕλικος, τὸ δύο φέρεσθαι φοράς τῶν