Ancient Greek
10
Proclus Phil., Institutio Theologica 10
Unproofread scanNot analysed yet
Πᾶν τὸ αὐτάρκες τοῦ ἀπλῶς ἀγαθοῦ καταδεέστερόν ἐστι. Τί γὰρ ἐστιν ἄλλο τὸ αὐτάρκες ἢ τὸ παρ’ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ τὸ ἀγαθὸν κεκτημένον; τοῦτο δὲ ἤδη πλήρες τοῦ ἀγαθοῦ καὶ μετέχον, ἀλλ’ οὐχὶ αὐτὸ τὸ ἀπλῶς ἀγαθόν. Ἐκεῖνο γὰρ καὶ τοῦ μετέχειν καὶ τοῦ πλήρες εἶναι χρεῖττον, ὡς δέδειχται. Εἰ οὖν τὸ αὐτάρκες πεπλήρωκεν ἑαυτὸ τοῦ ἀγαθοῦ, τὸ, ἀφ’ οὗ πεπλήρωκεν ἑαυτό, χρεῖττον ἂν εἴη τοῦ αὐτάρχους καὶ ὑπὲρ αὐτάρκειαν· καὶ οὔτε ἐνδεὲς τινος τὸ ἀπλῶς ἀγαθόν. Οὐ γὰρ ἐφίεται ἄλλου· εἰ γὰρ ἂν ἐλλειπὲς ἀγαθοῦ κατὰ τὴν ἕρεσιν, οὔτε αὐτάρκες· εἰ γὰρ ἂν πλήρες ἀγαθοῦ, καὶ οὐ τἀγαθὸν πρῶτως. Περὶ αἰτίου.