Ancient Greek
11
Proclus Phil., Institutio Theologica 11
Unproofread scanNot analysed yet
Πάντα τὰ ὄντα πρόε! σιν ἀπὸ μιᾶς αἰτίας, τῆς πρώτης· ἢ γὰρ οὐδενός ἐστιν αἰτία τῶν ὄντων, εἰ κύκλῳ τὰ αἴτια πεπερασμένων τῶν πάντων, ἢ ἐπ’ ἄπειρον ἢ ἄνοδος, καὶ ἄλλου ἄλλο αἴτιον, καὶ οὐδαμοῦ στήσεται ἢ τῆς αἰτίας προϋπόστασις. Ἄλλ’ εἰ μὴ μηδενὸς εἴη τῶν ὄντων αἴτιον, οὐτ τέζις ἔσται δευτέρων καὶ πρώτων, τελειούντων καὶ τελειουμένων, κοσμοῦντων καὶ κοσμουμένων, γεννώντων καὶ γενομένων, ποιούντων καὶ πασχόντων, οὔτε ἐπιστήμη τῶν ὄντων οὐδενός. I Ἡ γὰρ τῶν αἰτίων γνώσις ἐπιστήμης ἔστιν ἔργον· καὶ τότε λέγομεν ἐπίστασθαι, ὅταν τὰ αἴτια γνωρίσωμεν τῶν ὄντων. Εἰ δὲ κύκλῳ περιέσει τὰ αἴτια, τὰ αὐτὰ πρότερα ἔσται καὶ ὑστερα, δυνατώτερα τε καὶ ἀδυνέστερα. Πάν γὰρ τὸ παράγον χρεῖττόν ἐστι τῆς τοῦ παραγομένου φύσεως. Διαφέρει δὲ οὐδὲν τὸ διὰ πλειόνων ἢ δι’ ὀλιγώρων μέσων συνάπτειν τῷ αἰτιατῷ τὸ αἴτιον, καὶ ποιεῖν ἀπ’ ἐκείνου. Καὶ γὰρ τῶν μεταξὺ πάντων ἔσται χρεῖττον, ὧν ἔστιν αἴτιον. Καὶ ὅσω ἂν πλείω τὰ μέσα, τοσοῦτω μείζονας αἴτιον· εἰ δ’ ἐπ’ ἄπειρον ἢ τῶν αἰτίων πρόθεσις, καὶ ἄλλο πρὸ ἄλλου ἀεὶ πάλιν, οὐδενὸς ἐπιστήμη ἔσται. Τῶν γὰρ ἀπείρων οὐδενὸς ἔστι γνώσις· τῶν δ’ αἰτίων ἀγνοουμένων οὐδὲ τῶν ἐξ ἑκείνων ἐπιστήμη ἔσται. Εἰ οὖν καὶ αἰτίαν εἶναι δεῖ τῶν ὄντων, καὶ διώρισται τὰ αἴτια τῶν αἰτιατῶν, καὶ οὐχ εἰς ἄπειρον ἢ ἄνοδος, ἔστιν αἰτία πρώτη τῶν ὄντων, ἀφ’ ἧς οἷον ἐκ ρίζης προέσιιν ἕκαστα, τὰ μὲν ἐγγὺς ὄντα ἐκείνης, τὰ δὲ πορρώτερον· ὅτι γὰρ μίαν εἶναι δεῖ τὴν ἀρχήν, δέδεικται, διότι πᾶν πλήθος δεύτερον ὑπέστηκε τοῦ ἑνός.