Ancient Greek
110
Proclus Phil., Institutio Theologica 110
Unproofread scanNot analysed yet
Πάντων τῶν καθ’ ἑκάστην σειρὰν διατεταγμένων τὰ μὲν πρῶτα καὶ τῇ ἑαυτῶν μονάδι συννημένα μετέχειν δύναται τῶν ἐν τῇ ὑπερχειμένῃ σειρᾷ προσεχῶς ἰδρυμένων δι’ ἀναλογίας. Τὰ δὲ ἀτελέστερα καὶ πολλοστὰ ἀπὸ τῆς οἰκείας ἀρχῆς οὐ πέφυκεν ἐκείνων ἀπολαύειν. Διότι γὰρ τὰ μὲν ἐστὶ συγγενῆ πρὸς ἐκεῖνα, φύσιν ἐν τῇ σφετέρᾳ τάξει λαχόντα κρείττονα καὶ θειοτέραν, τὰ δὲ πορθμώτερα προελήλυθε, δευτέραν καὶ ὑπηρετικὴν, ἀλλ’ οὐ πρωτουργὸν καὶ ἡγεμονικὴν ἐν τῇ σειρᾷ πάσῃ κεκληρωμένα πρόοδον, ἐξ ἀνάγκης τὰ μὲν ὁμοφύως συζευγνύται τοῖς ἐκ τῆς ὑπερχειμένης τάξεως, τὰ δὲ ἀσύναπτον ἐστὶ πρὸς ἐκείνην. Οὐ γὰρ ἀπαντα τῆς ἰσης ἐστὶν ἀξίας, κἂν ἐκ τῆς αὐτῆς ἢ διακοσμῆσεως· οὐδὲ γὰρ εἰς ὁ λόγος, ἀλλ’ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, πάντες πρόεισιν ἐκ τῆς οἰκείας μονάδος. Ἥστε οὔτε δύναμιν ἔλαχε τὴν αὐτήν· ἀλλὰ τὰ μὲν ὑποδέχεσθαι δύναται τὰς τῶν ὑπερχειμένων προσεχῶς μεθέξεις, τὰ δὲ ἀνομοιούμενα ταῖς ἀπὸ τῶν ἀρχῶν ἐκ πλείστον προόδους, τῆς τοιαύτης παρήρηται δυνάμεως.