Ancient Greek
111
Proclus Phil., Institutio Theologica 111
Unproofread scanNot analysed yet
Πάσης τῆς νοερᾶς σειρᾶς οἱ μὲν εἰσι θεοὶ νοῦς ὑποδεξάμενοι θεῶν μεθέξεις· οἱ δὲ νοῦς μόνον· καὶ πάσης τῆς ψυχικῆς αἱ μὲν εἰσι νοεραὶ ψυχαί, εἰς νοῦς ἀνηρτημέναι οἰκείους, αἱ δὲ ψυχαὶ μόνον. Καὶ πάσης τῆς σωματικῆς φύσεως αἱ μὲν καὶ ψυχὴν ἔχουσιν ἐφεστῶσας ἄνωθεν, αἱ δὲ εἰσι φύσεις μόνοι τῆς τῶν ψυχῶν ἀμοιροὶ παρουσίας. Ἑκάστης γὰρ σειρᾶς οὐχ ὅλον τὸ γένος εἰς τὸ πρὸ αὐτοῦ ἀνηρτήθη. πεφυκεν, ἀλλὰ τὸ ἐν αὐτῇ τελειότερον καὶ συμφύεσθαι τοῖς ὑπερκειμένοις ἱκανόν. Οὔτε οὖν πᾶς νοῦς θεοῦ ἐξήπται, ἀλλ’ οἱ ἀκρότατοι καὶ ἐνιχώτατοι τῶν νόων· οὗτοι γὰρ ταῖς θείαις ἐνάσει s συγγενεῖς· οὔτε πᾶσαι ψυχαὶ μετέχουσι νοῦ τοῦ μεθεκτοῦ, ἀλλ’ ὅσαι νοερώταται· οὔτε πᾶσαι σωματικαὶ φύσεις ἀπολαύουσι ψυχῆς παρουσίας καὶ μετεχομένης, ἀλλ’ αἱ τελειότεραι καὶ λογοειδέστεραι. Καὶ οὕτος ἐπὶ πάντων ὁ λόγος τῆς ἀποδείξεως.