Ancient Greek
112
Proclus Phil., Institutio Theologica 112
Unproofread scanNot analysed yet
ΠΙΒ’. Πάσης τάξεως τὰ πρώτιστα μορφὴν ἔχει τῶν πρὸ αὐτῶν. Τὰ γὰρ καθ’ ἑκάστην ἀκρότητα γένη διὰ τὴν ὁμοιότητα συνάπτεται τοῖς ὑπερκειμένοις, καὶ διὰ τὴν συνέχειαν τῆς προόδου τῶν ὅλων· ὥστε οἷά ἐστιν ἐκεῖνα πρώτως, τοιαύτην ἔλαχε καὶ ταῦτα μορ- ις ζῆν, συγγενῆ πρὸς τὴν ἐκείνων φύσιν· καὶ φαίνεται εἶναι τοιαῦτα κατὰ τὴν ἰδιότητα τῆς ὑποστάσεως, οἷα τὰ πρὸ αὐτῶν.