Ancient Greek
128
Proclus Phil., Institutio Theologica 128
Unproofread scanNot analysed yet
Πᾶς θεός, ὑπὸ μὲν τῶν ἐγγυτέρω μεταχομένος, ἀμέσως μετέχεται· ὑπὸ δὲ τῶν πορρωτέρων, διὰ μέσων ἢ ἑλασσόνων ἢ πλειόνων τινῶν. Τὰ μὲν γὰρ, διὰ συγγένειαν ἑνοειδῆ καὶ αὐτοόντα, μετέχειν αὐτόθεν δύναται τῶν θείων ἑνάδων· τὰ δὲ οἱ ὑφεσιν καὶ τὴν εἰς πλῆθος ἔκτασιν ἄλλων δεῖται τῶν μᾶλλον ἠνωμένων, ἵνα μετάσχῃ τῶν αὐτοενάδων οὐσιῶν, ἀλλ’ οὐχ ἠνωμένων. Τῆς γὰρ αὐτοενάδος μεταξὺ καὶ τοῦ διρημένου πλήθους ἐστὶ τὸ ἠνωμένον πλῆθος, συμφύεσθαι μὲν τῇ ἑνάδι δυνάμενον διὰ τὴν ἑνώσιν, συγγενὲς δὲ πως ὄν καὶ τῷ διρημένῳ πλήθει διὰ τὴν τοῦ πλήθους ἔμφασιν.