Ancient Greek
129
Proclus Phil., Institutio Theologica 129
Unproofread scanNot analysed yet
Πάν μὲν σῶμα θεῖον διὰ ψυχῆς ἐστὶ θεῖον τῆς ἑχθεουμένης· πᾶσα δὲ ψυχὴ θεῖα διὰ τὸν θεῖον νοῦν· πᾶς δὲ νοῦς θεῖος κατὰ μέθεξιν τῆς θείας ἑνάδος. Καὶ ἡ μὲν ἑνὰς, αὐτόθεν θεός· ὁ δὲ νοῦς θεióτατον· ἡ δὲ ψυχή, θεία· τὸ δὲ σῶμα, θεοειδές. Εἰ γὰρ καὶ ὑπὲρ νοῦν ἐστιν ἅπας ὁ τῶν θεῶν ἀριθμός, αἱ δὲ μεθέξεις διὰ τῶν συγγενῶν καὶ τῶν ὁμοίων ἐπιτελοῦνται· ἡ μὲν ἀμέριστος οὐσία μεθέξει πρῶτως τῶν ὑπερουσίων ἑνάδων. Δευτέρως δὲ, ἡ γενέσεως ἐφαπτομένη. τρίτως δὲ, ἡ γένεσις. Καὶ ἑκαστα διὰ τῶν προσεχῶς ὑπερχειμένων. Καὶ φουτὰ μὲν ἄχρι τῶν ἑσχάτων ἐν τοῖς μετέχουσιν ἡ τῶν θεῶν ἰδιότης, διὰ μέσων δὲ τῶν πρὸς ἑαυτὴν συγγενῶν. Ἡ γὰρ ἓνὰς πρώτῳ μὲν τῷ νῷ δίδωσι τὴν ἑαυτῆς ἰδιαίτερον ἐν τοῖς θείοις δύναμιν, καὶ ἀποτελεῖ κάκεινον τοιούτον νοῦν, οἷα ἐστὶ καὶ αὐτὴ κατὰ τὸ ἑνιαῖον πλήθος· διὰ δὲ νοῦ καὶ ψυχῇ παρέστι, συνεξάπτουσα κάκεινην τῷ νῷ καὶ συνεχπυροῦσα, εἰ δὲ νοῦς οὕτως ἐτι μεθεκτός. Διὰ δὲ ψυχῆς ἀπήχημα τῆς οἰκείας ἰδιότητος καὶ τῷ σώματι δίδουσιν, εἰ μετέχοι τι σῶμα ψυχῆς. Καὶ οὕτω γίνεται τὸ σῶμα οὐ μόνον ἐμψυχον καὶ νοερὸν, ἀλλὰ καὶ θεῖον, ζωὴν μὲν καὶ κίνησιν λαβὸν παρὰ ψυχῆς, διαμονὴν δὲ ἀλυτον ἀπὸ νοῦ, ἕνωσιν δὲ θείαν ἀπὸ τῆς μετεχομένης ἑνάδος· ἕκαστον γὰρ τῆς ἑαυτοῦ ὑπάρξεως μεταδίδουσι τοῖς ἐφεξῆς.