Ancient Greek
13
Proclus Phil., Institutio Theologica 13
Unproofread scanNot analysed yet
Πᾶν ἀγαθὸν ἐνωτικόν ἐστι τῶν μετεχόντων αὐτοῦ, καὶ πᾶσα ἕνωσις ἀγαθόν, καὶ τάγαθόν τῷ ἐνί τυχόν. Εἰ γὰρ τὸ ἀγαθὸν ἐστὶ σωστικὸν τῶν ὄντων ἀπάντων (διὸ καὶ ἔρετον ὑπάρχει πᾶσι), τὸ δὲ σωστι- χὸν καὶ συνεχτικὸν τῆς ἑκάστων οὐσίας ἐστὶ τὸ ἕν (τῷ γὰρ ἑνὶ σώζεται πάντα, καὶ ὁ σχεδασμὸς ἕκαστον ἐξίστησι τῆς οὐσίας), τὸ ἀγαθόν, οἷς ἂν παρῇ, ταῦτα ἕν ἀπεργάζεται καὶ συνέχει κατὰ τὴν ἕνωσιν. Καὶ εἰ τὸ ἕν συναγωγὸν ἐστὶ καὶ συνεχτικὸν τῶν ὄντων, ἕκαστον τελειοῖ κατὰ τὴν ἑαυτοῦ παρουσίαν. Καὶ ἀγαθὸν ἄρα ταύτη ἐστὶ τὸ ἠνώσθαι πᾶσιν. Εἰ δὲ καὶ ἡ ἕνωσις ἀγαθόν, καὶ καθ’ αὐτὸ καὶ τὸ ἀγαθὸν ἐνοποιόν, τὸ ἀπλῶς ἀγαθὸν καὶ τὸ ἀπλῶς ἕν ταυτόν, ἕνιζον ἅμα καὶ ἀγαθύνον τὰ ὄντα. Οὐθεν δὴ καὶ τὰ τἀγαθοῦ τρόπον τινὰ ἀποπεσόντα καὶ τῆς τοῦ ἕνος ἅμα στέρεται μεθέξεως. Καὶ τὰ τοῦ ἕνος ἄμοιρα γινόμενα, διαστάσεως ἀναπιμπλάμενα, καὶ τοῦ ἀγαθοῦ στέρεται κατὰ τὸν αὐτὸν τρόπον. Ἔστιν ἄρα καὶ ἡ ἀγαθότης ἕνωσις, καὶ ἡ ἕνωσις ἀγαθότης, καὶ τὸ ἀγαθὸν ἕν, καὶ τὸ ἕν πρῶτως ἀγαθόν. Περὶ ἀκινήτου καὶ αὐτοκινήτου ἀρχῆς ἢ αἰτίας.