Ancient Greek
12
Proclus Phil., Institutio Theologica 12
Unproofread scanNot analysed yet
Πάντων τῶν ὄντων ἀρχὴ καὶ αἰτία πρωτίστη τὸ ἀγαθόν ἐστιν. Εἰ γὰρ ἀπὸ μιᾶς αἰτίας πάντα προέσιιν, ἐκείνην τὴν αἰτίαν ἢ τάγαθὸν χρὴ λέγειν ἢ τιχαδοῦ χρεῖττον. Ἀλλ’ εἰ μὲν χρεῖττον ἐκείνη τοῦ ἀγαθοῦ, πότερον ἤκει τι καὶ ἀπ’ ἐκείνης εἰς τὰ ὄντα καὶ τὴν φύσιν τῶν ὄντων, ἢ οὐδέν; καὶ εἰ μὲν μηδὲν, ἄτοπον· οὐ γὰρ ἂν ἔτι φυλάττοιμεν αὐτὴν ἐν αἰτίας ταξίᾳ· δέον πανταχοῦ παρεῖναι τι τοῖς αἰτιατοῖς ἐκ τῆς αἰτίας, καὶ διαφερόντως ἐκ τῆς πρωτίστης, ἐξ ἧς πάντα ἐξήρτηται, καὶ δι’ ἣν ἔστιν ἕκαστα τῶν ὄντων. Εἰ δὲ ἔστι μετουσία κάκεινης τοῖς οὖσιν, ὥσπερ καὶ τάγαθοῦ, ἔσται τι τῆς ἀγαθότητος χρείσσον ἐν τοῖς οὖσιν, ἐφ’ ἧν ἀπὸ τῆς πρωτίστης αἰτίας. Οὐ γὰρ πῶ, χρείσσω ὄντα καὶ ὑπὲρ τάγαθόν, καταδεέστερόν τι δίδωσι τοῖς δευτέροις, ὧν τὸ μετ’ αὐτὴν δίδωσι. Καὶ τί ἂν γένοιτο τῆς ἀγαθότητος χρείσσον; ἐπεὶ καὶ αὐτὸ τὸ χρείσσον τὸ μειζόνως ἀγαθοῦ μετείληφὸς εἶναι λέγομεν. Εἰ οὖν οὐδὲ χρείσσον λέγοιτο τὸ μὴ ἀγαθόν, τοῦ ἀγαθοῦ πάντως δεύτερον· εἰ δὲ καὶ τὰ ὄντα πάντα ἐκ τοῦ ἀγαθοῦ ἐφίεται, πῶς ἔτι πρὸ τῆς αἰτίας ταύτης εἶναι τι δυνατόν; εἴτε γὰρ ἐφίεται κάκεινου, πῶς τοῦ ἀγαθοῦ μάλιστα; εἴτε μὴ ἐφίεται, πῶς τῆς πάντων αἰτίας οὐχ ἐφίεται, προελθόντα ἀπ’ αὐτῆς; εἰ δὲ ἀγαθὸν ἐστιν, ἀφ’ οὗ πάντα ἐξήρτηται τὰ ὄντα, ἀρχὴ καὶ αἰτία πρωτίστη τῶν πάντων ἐστὶ τάγαθόν.