Ancient Greek
147
Proclus Phil., Institutio Theologica 147
Unproofread scanNot analysed yet
Πάντων τῶν θείων διακόσμων τὰ ἀχρότατα τοῖς πέραςιν ὁμοιοῦται τῶν ὑπερκειμένων. Εἰ γὰρ δεῖ συνέχειαν εἶναι τῆς θείας προόδου, καὶ ταῖς οἰκείαις ἑκάστην τάξιν συνοδεύεσθαι μεσότησιν, ἀνάγκη τὴν ἀχρότητα τῶν δευτέρων συνάπτειν ταῖς ἀποπερατω- σεσι τῶν πρώτων· ἡ δὲ συναφή δι' ὁμοιότητος. Ὁμοιότης ἄρα ἔσται τῶν ἀρχῶν τῆς ὑφεῖμένης τάξεως πρὸς τὰ τέλη τῆς ὑπεριδρυμένης.