Ancient Greek
148
Proclus Phil., Institutio Theologica 148
Unproofread scanNot analysed yet
Πᾶσα θεία τάξις ἑαυτῇ συνήνωται τριχῶς ἀπὸ τε τῆς ἀχρότητος τῆς ἑαυτῆς καὶ ἀπὸ τῆς μεσό- τος, καὶ ἀπὸ τοῦ τέλους. Ἡ μὲν γάρ, ἐνικωτάτως ἔχουσα δύναμιν, εἰς πᾶσαν αὐτὴν διακέμπει τὴν ἐνό- σιν, καὶ ἕνοι πᾶσαν ἀνωθεν, μένουσα ἐφ' ἑαυτῆς. Ἡ δὲ μεσότης, ἐπ' ἄμφω τὰ ἄκρα διατεινούσα συνδεῖ πᾶσαν περὶ ἑαυτήν· τῶν μὲν πρώτων διαπε- υμενύουσα τὰς δόσεις, τῶν δὲ τελευταίων ἀνατείνουσα τὰς δυνάμεις, καὶ πᾶσι κοινωνίαν ἐντιθεῖσα καὶ συ- δέσιν πρὸς ἄλληλα. Μία γὰρ οὕτως ἡ ὅλη γίνεται διάταξις ἐκ τε τῶν πληρούντων καὶ τῶν πληρουμένων, ὥσπερ εἰς τι κέν- τρον, εἰς τὴν μεσότητα συννευόντων. Ἡ δὲ ἀποπε- ράτωσις ἐπιστρέφουσα πάλιν εἰς τὴν ἀρχήν, καὶ προελθοῦσα ἐπινάγουσα δυνάμεις, ὁμοιότητα καὶ σύννευσιν τῇ ὅλῃ τάξει παρέχεται. Καὶ οὕτως ὁ σύμ- πας διάκοσμος εἰς ἕστι διὰ τῆς ἐνοποιου τῶν πρώτων δυνάμεως, διὰ τῆς ἐν τῇ μεσότητι συνοχῆς, διὰ τῆς τέλους εἰς τὴν ἀρχὴν τῶν προόδων ἐπιστροφῆς.