Ancient Greek
151
Proclus Phil., Institutio Theologica 151
Unproofread scanNot analysed yet
Πᾶν τὸ πατρικὸν ἐν τοῖς θεοῖς πρωτουργόν ἐστι καὶ ἐν τῇ ἀγαθῷ τάξει προϊστάμενον, κατὰ πάσας τὰς θείας διακοσμήσεις· τὰς γὰρ ὑπάρξεις τῶν δευτέρων, καὶ τὰς δυνάμεις ὅλας, καὶ τὰς οὐσίας αὐτὸ παράγει κατὰ μίαν ἀόρρητον ὑπεροχὴν. Διὸ καὶ πατρικὸν ἐπωνομάζεται, τὴν ἠκωμένην καὶ ἀγαθοειδὴ τοῦ ἑνός σύνμιν ἐμφαίνων, καὶ τὴν ὑποστατικὴν τῶν δευτέρων αἰτίαν. Καὶ καθ’ ἑκάστην τῶν θεῶν τάξιν τὸ πατρικὸν ἔχειται γένος, παράγων ἀφ’ ἑαυτοῦ πάντα, καὶ κοσμοῦν, ὥστε τῷ ἀγαθῷ τεταγμένον ἀνάλογον· καὶ πατέρες οἱ μεν ὀλιγώτεροι, οἱ δὲ μερικώτεροι, καθάπερ καὶ αὐταὶ τῶν θεῶν αἱ τάξεις τῷ ὀλιγωτέρῳ καὶ μερικωτέρῳ διαφέρουσι κατὰ τὸν τῆς αἰτίας λόγον. Ὅσαι οὖν ὅλαι τῶν θεῶν προόδοι, τοσαύται καὶ τῶν πατέρων διαφορότητες. Εἰ γὰρ ἐστὶ τί κατὰ πᾶσαν τάξιν ἀνάλογον τἀγαθῷ, δεῖ τὸ πατρικὸν ἐν πάσαις αὐταῖς εἶναι, καὶ προεῖναι ἀπὸ τῆς πατρικῆς ἐνώσεως ἕκαστον.