Ancient Greek
150
Proclus Phil., Institutio Theologica 150
Unproofread scanNot analysed yet
Πᾶν τὸ προῖον ἐν ταῖς θείαις τάξεσι πάσας ὑποδέχεσθαι τὰς τοῦ παράγοντος δυνάμεις οὐ πέφυκεν· οὐδὲ ὅλως τὰ δεύτερα πάσας τὰς πρὸ αὐτῶν, ἀλλ’ ἔχει τινὰς ἐκείνων τῶν καταδεεστέρων ἐξηρημένας δυνάμεις, καὶ ἀπερίληπτους τοῖς μετ’ αὐτά. Εἰ γὰρ αἱ τῶν θεῶν ἰδιότητες διαφέρουσιν, αἱ μὲν τῶν ὑφεῖμένων ἐν τοῖς ὑπερτέροις προϋπάρχουσιν, αἱ δὲ τῶν ὑπερτέρων, ὀλιγωτέρων ὄντων, ἐν τοῖς ὑφεῖμένοις οὐκ εἰσιν· ἀλλὰ τὰς μὲν ἐνδίδωσι τὰ χρείττονα τοῖς ἀπ’ αὐτῶν παραγομένοις, τὰς δὲ ἐν αὐτοῖς προεἵλφησιν ἐξηρημένως. Δέδεικται γὰρ, ὅτι ὀλιγώτεροι μὲν εἰσιν οἱ ἐγγύτερω τοῦ ἑνός, μερικώτεροι δὲ, οἱ πορρώτερον. Εἰ δὲ ὀλιγώτεροι τῶν μερικωτέρων περιλαμπτικωτέρας ἔχουσι δυνάμεις, οὐχ ἄρα τὴν ἐκείνων δύναμιν οἱ δευτέραν ἔχοντες τάξιν καὶ μερικωτέραν περιλήφονται. Ἔστιν ἄρα ἐν τοῖς ὑπερτέροις ἀπερίληπτόν τι καὶ ἀπερίγραφον τοῖς ὑφεῖμένοις· καὶ γὰρ ἄπειρον ἕκαστον τῶν θεῶν. Οὕτως οὔτε ἑαυτῷ δέδεικται ὅν, οὔτε τοῖς ὑπὲρ αὐτὸ πολλῷ πρότερον, ἀλλὰ τοῖς μεθ’ ἑαυτὸ πᾶσιν· ἡ δὲ ἀπειρία κατὰ τὴν δύναμιν ἐκείνοις· τὸ δὲ ἄπειρον ἀπερίληπτον, ὃς ἐστὶν ἄπειρον. Οὐχ ἄρα πασῶν μετέχει τῶν δυνάμεων τὰ καταδεέστερα, ὧν ἐν ἑαυτοῖς τὰ χρείττονα προεἵλφησιν. Ἦν γὰρ ἂν ἐκεῖνα ἀπερίληπτα τοῖς δευτέροις, ὥσπερ δή καὶ αὐτοῖς τὰ δεύτερα. Οὔτε οὖν πάσας ἔχει ταύτας ἐκείνων, διὰ τὸ μερικώτερον, οὔτε ὅς ἔχει, τὸν αὐτὸν ἐκείνοις ἔχει τρόπον, διὰ τὴν ἀπειρίαν τὴν ἐκείνοις, ὑπερφέρειν τῶν καταδεεστέρων ποιούσαν.