Ancient Greek
16
Proclus Phil., Institutio Theologica 16
Unproofread scanNot analysed yet
Πᾶν τὸ πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν χωριστὴν οὐσίαν ἔχει παντὸς σώματος. Εἰ γὰρ ἀχώριστον εἴη σώματος οὐτινοσούν, οὐχ ἔχει τινὰ ἐνέργειαν σώματος χωριστόν· ἀδύνατον γὰρ ἀχωρίστου τῆς οὐσίας σωμάτων οὖσης, τὴν ἀπὸ τῆς οὐσίας ἐνέργειαν εἶναι χωριστήν. Ἔσται γὰρ οὕτως ἡ ἐνέργεια τῆς οὐσίας χρείττων· εἴπερ ἡ μὲν ἐπίδης ἐστι σωμάτων, ἡ δὲ αὐτάρκης ἑαυτῆς οὖσα, καὶ οὐ σωμάτων. Εἰ οὖν τι κατ’ οὐσίαν ἐστιν ἀχώριστον, καὶ κατ’ ἐνέργειαν ὁμοίως ἔχει καὶ ἔτι μᾶλλον ἀχώριστον. Εἰ δὲ τοῦτο οὐχ ἐπιστρέφει πρὸς ἑαυτό (ἐπιστρέφον, ἄλλο ὃν σώματος, ἐνέργειαν ἔχει χωριζομένην σώματος, καὶ οὐ διὰ σώματος, οὐδὲ μετὰ σώματος, εἴπερ ἡ τε ἐνέργεια καὶ τὸ, πρὸς δ ἡ ἐνέργεια, οὐδὲν δεῖται τοῦ σώματος), χωριστὸν ἄρα πάντη σωμάτων ἐστι τὸ πρὸς ἑαυτὸ ἐπιστρέφον.