Ancient Greek
17
Proclus Phil., Institutio Theologica 17
Unproofread scanNot analysed yet
Πᾶν τὸ ἑαυτὸ κινοῦν πρώτως, πρὸς ἑαυτὸ ἐστιν ἐπιστρεπτικόν· εἰ γὰρ κινεῖ ἑαυτὸ καὶ ἡ κινητικὴ ἐνέργεια αὐτοῦ πρὸς ἑαυτὸ ἐστι, καὶ ἐν ἅμα τὸ κινοῦν καὶ τὸ κινούμενον· ἢ γὰρ μέρει μὲν κινεῖ, μέρει δὲ κινεῖται, [ἢ ὅλον κινεῖ καὶ κινεῖται,] ἢ ἐμπαλιν. Ἄλλ’ εἰ μέρος μὲν ἄλλο ἐστι τὸ κινοῦν, μέρος δὲ ἄλλο τὸ κινούμενον, οὐκ ἔσται καθ’ ἑαυτὸ αὐτοκίνητον, ἐκ μὴ αὐτοκινητῶν ὑφεστώς, ἀλλὰ δοκοῦν μὲν αὐτοκίνητον, οὐχ ὃν δὲ κατ’ οὐσίαν τοιούτον. Εἰ δὲ ὅλον κινεῖ, μέρος δὲ κινεῖται, ἢ ἐμπαλιν, ἔσται τι μέρος ἐν ἀμφοτέροις, καθ’ ἓν ἅμα κινοῦν καὶ κινούμενον. Καὶ τοῦτο ἐστι τὸ πρώτως αὐτοκίνητον· εἰ δὲ ἐν καὶ αὐτὸ κινεῖ καὶ κινεῖται, τὴν τοῦ κινεῖν ἐνέργειαν πρὸς ἑαυτὸ ἔχει, κινητικὸν ἑαυτοῦ ὂν· πρὸς δὲ ἐνεργεῖ, πρὸς τοῦτο ἐπέστραπται· πᾶν ἄρα τὸ ἑαυτὸ κινοῦν πρώτως, πρὸς ἑαυτὸ ἐστιν ἐπιστρεπτικόν.