Ancient Greek
19
Proclus Phil., Institutio Theologica 19
Unproofread scanNot analysed yet
Πᾶν τὸ πρῶτως ἐνυπάρχον τινὶ φύσει τῶν πάντων πάσι παρέστι τοῖς κατ’ ἐκείνην τὴν φύσιν τεταγμένοις καθ’ ἕνα λόγον καὶ ὡσαύτως· εἰ γὰρ μὴ πάντα ὡσαύτως, ἀλλὰ τοῖς μὲν, τοῖς δ’ οὔ, δῆλον, ὡς οὐχ ἐν ἐκείνῃ τῇ φύσει πρῶτως, ἀλλ’ ἐν ἄλλοις μὲν πρῶτως, ἐν ἄλλοις δὲ δευτέρως, τοῖς ποτε μετέχουσιν· γὰρ ποτὲ μὲν ὑπάρχον, ποτὲ δὲ μή, οὐ πρῶτως οὐδὲ καθ’ αὐτὸ ὑπάρχει· ἀλλ’ ἐπεισοδιώδες ἐστὶ καὶ ἀλλαγὴν θεν ἐφήκον, οἷς ἂν οὕτως ὑπάρχει.