Ancient Greek
18
Proclus Phil., Institutio Theologica 18
Unproofread scanNot analysed yet
Πᾶν τὸ τὸ εἶναι χορηγοῦν ἄλλοις, αὐτὸ πρώτως ἐστὶ ταῦτο, οὐ μεταδίδωσι τοῖς χορηγουμένοις· εἰ γὰρ αὐτὸ τὸ εἶναι δίδωσι, καὶ ἀπὸ τῆς ἑαυτοῦ οὐσίας ποιεῖται τὴν μετάδοσιν, ὁ μὲν δίδωσιν, ὑφειμένον ἐστὶ τῆς αὐτοῦ οὐσίας, ὁ δὲ ἐστι, μειζόνως ἐστὶ καὶ τελειότερος· εἴπερ πᾶν τὸ ὑποστατικὸν τινος χρείττόν ἐστιν τῆς τοῦ ὑφισταμένου φύσεως· τοῦ δοθέντος ἄρα τὸ ἐν αὐτῷ τῷ δεδοκότι χρείττόνως ἐστί· καὶ ὅπερ ἔκεινο μέν ἐστι, ἀλλ’ οὐ ταὐτὸν ἐκείνω· πρώτως γὰρ ἐστι· τὸ δὲ δευτέρως· ἀνάγκη γὰρ ἢ τὸ αὐτὸ εἶναι ἑκάτερον καὶ ἕνα λόγον ἀμφοτέρων, ἢ μηδὲν εἶναι κοινόν, μηδὲ ταὐτὸν ἐν ἀμφοῖν, ἢ τὸ μὲν πρῶτως εἶναι, τὸ δὲ δευτέρως. Ἀλλ’ εἰ μὲν ὁ αὐτὸς λόγος, οὐχ ἂν ἔτι τὸ μὲν αἴτιον εἴη, τὸ δὲ ἀποτέλεσμα. Οὐδ’ αὖ τὸ μὲν καθ’ ἑαυτό, τὸ δὲ ἐν τῷ μετασχόντι· οὔδὲ τὸ μὲν ποιοῦν, τὸ δὲ γινόμενον. Εἰ δὲ μηδὲν ἔχει ταὐτόν, οὐχ ἂν εἶναι θάτερον ὑφίστατο τὸ λοιπόν, μηδὲν πρὸς εἶναι τὸ ἐκείνου κοινωνοῦν. Αἴπεται ἄρα τὸ μὲν εἶναι πρῶτως, ὁ δίδωσι· τὸ δὲ δευτέρως, ὁ τὸ διδόμενον ἐστὶν ἐν οἷς αὐτῷ τῷ εἶναι ἐκ θάτερου χορηγεῖται.