Ancient Greek
191
Proclus Phil., Institutio Theologica 191
Unproofread scanNot analysed yet
Πᾶσα ψυχὴ μεθεκτή τὴν μὲν οὐσίαν αἰώνιον ἔχει, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον· ἢ γὰρ ἄμφω αἰωνίως ἔξει ἢ ἄμφω κατὰ χρόνον· ἢ τὸ μὲν αἰωνίως, τὸ δὲ κατὰ χρόνον. Ἀλλ’ οὔτε ἄμφω αἰωνίως· ἐσται γὰρ ἀμέριστος οὐσία, καὶ οὐδὲν διοίσει τῆς νοερᾶς ὑποστάσεως ἡ ψυχῆς φύσις, τῆς ἀκινήτου ἢ αὐτοκίνητας· οὔτε ἄμφω κατὰ χρόνον· εἴη γὰρ ἂν γεννητὴ μόνον, καὶ οὔτε αὐτόζως, οὔτε αὐθυπόστατος. Οὐδὲν γὰρ τῶν ὑπὸ χρόνου μετρουμένων κατ’ οὐσίαν αὐθυπόστατον· ἢ δὲ ψυχὴ αὐθυπόστατος. Τὸ γὰρ κατ’ ἐνέργειαν πρὸς ἑαυτὸ ἐπιστρέφον, καὶ κατ’ οὐσίαν ἐπιστρεπτικόν ἐστι πρὸς ἑαυτό, καὶ ἀφ’ ἑαυτοῦ προϊόν. Λείπεται ἄρα τῇ μὲν αἰώνιον εἶναι ψυχὴν πᾶσαν, τῇ δὲ χρόνου μετέχουσαν. Ἡ οὖν κατ’ οὐσίαν αἰωνίός ἐστι, κατ’ ἐνέργειαν δὲ χρόνου μέτοχος, ἢ ἐμπαλιν· ἀλλὰ τοῦτο ἀδύνατον. Πᾶσα ἄρα ψυχὴ μεθεκτή τὴν μὲν οὐσίαν αἰώνιον ἔλαχε, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον.