Ancient Greek
192
Proclus Phil., Institutio Theologica 192
Unproofread scanNot analysed yet
Πᾶσα ψυχὴ μεθεκτή τῶν τε ἀεὶ καὶ ὄντων ἐστι, καὶ πρώτη, τῶν γεννητῶν. Εἰ γὰρ αἰωνίός ἐστι κατ’ οὐσίαν, ὧντως ὧν ἐστι κατὰ τὴν ὑπαρξιν, καὶ ἀεὶ τὸ γὰρ αἰώνιο, μετέχον τοῦ ἀεὶ εἶναι μετείληφεν· εἰ δὲ κατ’ ἐνέργειάν ἐστιν ἐν χρόνῳ, γεννητή ἐστιν. Πᾶν γὰρ τὸ χρόνου μετέχον, γινόμενον ἀεὶ κατὰ πρότερον καὶ ὕστερον τοῦ χρόνου, καὶ οὐχὶ ἀμείβεται, ὅν ὅλον, γεννητόν ἐστιν· εἰ δὴ πᾶσα ψυχὴ κατ’ ἐνέργειαν, πρώτη ἂν εἴη τῶν γεννητῶν· τὸ γὰρ πάντη γεννητόν, πορρωτέρω τῶν ἀγεννητῶν.