Ancient Greek
2
Proclus Phil., Institutio Theologica 2
Unproofread scanNot analysed yet
Πᾶν μετέχον τοῦ ἑνός, καὶ ἕν ἐστι καὶ οὐχ ἕν. Εἰ γὰρ μὴ ἔστιν αὐτοῖν (μετέχει γὰρ τοῦ ἑνός ἄλλο τι ὂν παρὰ τὸ ἕν), πέπονθε τὸ ἕν κατὰ τὴν μέθεξιν, καὶ ὑπέμεινεν ἕν γενέσθαι. Εἰ μὲν οὖν μηδὲν ἔστι παρὰ τὸ ἕν, μόνον ἔστιν ἕν, καὶ οὐ μεθέξει τοῦ ἑνός, ἀλλ' αὐτοῖν ἔσται· εἰ δὲ ἔστι τι παρ' ἐκεῖνω, ὁ μὴ ἔστιν ἕν, τὸ μετέχον τοῦ ἑνός, καὶ ἕν ἐστι καὶ οὐχ ἕν, οὐχ ὅπερ ἕν ὂν, ὡς μετέχον τοῦ ἑνός. Τοῦτο ἄρα οὐχ ἕν ἐστιν, οὐδ' ὅπερ ἕν· ἕν δὲ ὂν ἄμα καὶ μετέχον τοῦ ἑνός καὶ διὰ τοῦτο οὐχ ἕν καθ' αὐτὸ ὑπάρχον, ἕν ἐστι καὶ οὐχ ἕν, παρὰ τὸ ἕν ἄλλο τι ὂν· ᾧ μὲν ἐπλεόνασεν, οὐχ ἕν· ᾧ δὲ πέπονθεν, ἕν. Πᾶν ἄρα τὸ μετέχον τοῦ ἑνός, καὶ ἕν ἐστι, καὶ οὐχ ἕν.