Ancient Greek
3
Proclus Phil., Institutio Theologica 3
Unproofread scanNot analysed yet
Πᾶν τὸ γινόμενον ἕν, μεθέξει τοῦ ἑνός γίνεται ἕν. Καθ' ὃ δὲ πέπονθε τὴν μετοχὴν τοῦ ἑνός, ἕν ἐστιν. Εἰ γὰρ γίνοιτο ἕν, ὁ μὴ ἔστιν ἕν, καθ' αὐτὰ συνιόντα σήπου καὶ κοινωνοῦντα ἀλλήλοις, γίνεται ἕν καὶ ὑπο-μένει τὴν τοῦ ἑνός παρουσίαν, οὐχ ὄντα, ὅπερ ἕν. Μετέχει ἄρα τοῦ ἑνός ταύτῃ, ἥ πάσχει τὸ ἕν γενέσθαι. Εἰ μὲν γὰρ ἤδη ἔστιν ἕν, οὐ γίνεται ἕν· τὸ γὰρ ὂν, οὐ γίνεται, ὁ ἤδη ἔστιν. Εἰ δὲ γίνεται ἐκ τοῦ μὴ ἑνός πρότερον, ἔχει τὸ ἕν, ἐγγενουμένου τινὸς ἐν αὐτοῖς ἑνός.