Ancient Greek
21
Proclus Phil., Institutio Theologica 21
Unproofread scanNot analysed yet
Περὶ τοῦ ὅτι οὐ πρῶτον αἴτιον ὁ νοῦς. Πᾶσα τάξις ἀπὸ μονάδος ἀρχομένη πρόεσιν εἰς πλῆθος τῇ μυνάδι σύστοιχον, καὶ πάσης τάξεως τὸ πλῆθος εἰς μίαν ἀνάγεται μονάδα. Ἡ μὲν γὰρ μονάς, ἀρχὴς ἔχουσα λόγον, ἀπογεννᾷ τὸ οἰκεῖον ἑαυτῇ πλήθος. Διὸ καὶ μία σειρά καὶ μία τάξις ἡ ὅλη παρὰ τῆς μονάδος ἔχει τὴν εἰς τὸ πλῆθος ὑπόβασιν. Οὐ γὰρ ἐτι τάξις οὐδὲ σειρά, τῆς μονάδος ἀγόνου μενούσης καθ’ αὐτήν· τὸ δὲ πλῆθος ἀνάγεται πάλιν εἰς μίαν τὴν κοινὴν τῶν ὁμοταγῶν πάντων αἰτίαν. Τὸ γὰρ ἓν παντὶ πλήθει ταὐτὸν οὐχ ἀφ’ ἑνὸς τῶν ἑντῶν πλήθει τὴν πρόοδον ἔσχε· τὸ γὰρ ἀφ’ ἑνὸς μόνου τῶν πολλῶν οὐ κοινὸν πάντων, ἀλλὰ τῆς ἐκείνου μόνης ἰδιότητος ἐξαιρετον. Ἐπεὶ οὖν καθ’ ἑκάστην τάξιν ἐστι τις καὶ κοινωνία καὶ συνέχεια καὶ ταυτότης, δι’ ἣν καὶ ταῦτε μὲν ὁμοταγὴ λέγεται, ταῦτε δὲ ἐτεροταγὴ ,δήλον, ὡς ἀπὸ μιᾶς ἀρχῆς πᾶση τῇ τάξει τὸ ταυτόν. Ἔστιν ἄρα μονὰς μία πρὸ τοῦ πλήθους καθ’ ἑκάστην τάξιν τὸν ἕνα λόγον καὶ εἰρμὸν τοῖς ἐν αὐτῇ τεταγμένοις παρεχομένη πρὸς τε ἀλληλα καὶ πρὸς τὸ ὅλον. Ἄλλο μὲν γὰρ ἄλλου αἴτιον ἔστω τῶν ὑπὸ τὴν αὐτὴν σειράν· τὸ δέ, ὡς τῆς μιᾶς σειρᾶς αἴτιον, ἀνάγκη πρὸ τῶν πάντων εἶναι, καὶ ἀπ’ αὐτοῦ πάντα ὡς ὁμοταγὴ γεννᾶσθαι, μὴ ὡς τόδε τι ἕκαστον, ἀλλ’ ὡς τῆσδε τῆς τάξεως ὑπάρχον. Ἐκ δὴ τούτων φανερόν, ὅτι καὶ τῇ φύσει τοῦ σώματος ὑπάρχει τὸ τε ἓν καὶ τὸ πλῆθος, καὶ ἥτε μία φύσις τὰς πολλάς ἔχει συννηρημένας, καὶ αἱ πολλαὶ φύσεις ἐκ μιᾶς τῆς τοῦ ὅλου φύσεως, καὶ τῇ τάξει τῶν ψυχῶν πάρεισιν, ἐκ μιᾶς τε ἀρχεσθαι ψυχῆς τῆς πρώτης καὶ εἰς πλῆθος ψυχῶν ὑποβαίνειν καὶ τὸ πλῆθος εἰς τὴν μίαν ἀνάγειν, καὶ τῇ νοερᾷ οὐσίᾳ μονάδα τε εἶναι νοερὰν καὶ νόων πλῆθος ἐξ ἑνὸς νοῦ προελθὸν καὶ εἰς ἐκείνην ἐπιστρέφον, καὶ τῷ ἑνὶ τῷ πρὸ τῶν πάντων τὸ πλῆθος τῶν ἐνάδων, καὶ ταῖς ἐνάσι τὴν εἰς τὸ ἓν ἕνασιν. Μετὰ τὸ ἓν ἄρα τὸ πρῶτον ἐνάδες, καὶ μετὰ τοὺς τὸν πρῶτον νοῦς, καὶ μετὰ τὴν ψυχὴν τὴν πρώτην ψυχαί, καὶ μετὰ τὴν ὅλην φύσιν φύσεις.