Ancient Greek
22
Proclus Phil., Institutio Theologica 22
Unproofread scanNot analysed yet
Πᾶν τὸ πρῶτως καὶ ἀρχικῶς ὃν καθ’ ἑκάστην τάξιν ἓν ἐστι, καὶ οὔτε δύο οὔτε πλείω δυοίν, ἀλλὰ μονογενὲς πᾶν. Ἔστω γὰρ (εἰ δυνατόν) δύο· τὸ γὰρ ἀπὸ ἀδύνατον καὶ πλειόνων ὄντων. Εἰ οὖν ἑκάτερον τούτων, ὃ λέγεται πρῶτως, ἢ τὸ ἐξ ἀμφοῖν. Ἄλλ’ εἰ μὲν τὸ ἐξ ἀμφοῖν, ἓν ἂν εἴη πάλιν καὶ οὐ δύο τὰ πρῶτα. Εἰ δὲ ἑκάτερον, ἢ ἑκατέρου θάτερον, [καὶ οὐ πρῶτον ἕκαστον ὅν ],ἢ ἐπίσης ἀμφω. Ἀλλ’ εἰ ἐπίσης, οὔδετερον ἔτι ἔσται πρῶτως. Εἰ γὰρ τὸ ἕτερον πρῶτως, τοῦτο δὲ οὐ ταὐτὸν τῷ ἑτέρῳ, τί ἔσται τῆς τάξεως ἐκείνης; ὁ γὰρ μηδὲν ἄλλο ἔστιν ἢ ὁ λέγεται, τοῦτό ἐστι πρῶτως· τούτων δὲ ἑκάτερον ἕτερον ὅν, ἔστι τε ἅμα, καὶ οὐχ ἔστιν, ὁ λέγεται. Εἰ οὖν ταῦτα διαφέρει μὲν ἀλλήλων, οὐ καθόσον ἕκαστον ἔστιν, ὁ λέγεται, πρῶτως διαφέρει. Τοῦτο γὰρ πρῶτον τὸ ταὐτὸν πέπονθεν. Οὐχ ἀμφω ἔσται πρῶτως, ἀλλ’ ἕκείνο, ὃ ἀμφω μετασχόντα πρῶτως εἶναι λέγεται. Ἐξ δὴ τούτων φανερὸν, ὅτι τὸ πρῶτως ὅν, ἕκαστον ἕκαστον, ἀλλ’ οὐ δύο τὰ πρῶτως ὄντα ἢ πλείω. Καὶ ὁ πρώτιστος νοῦς εἷς μόνος, ἀλλ’ οὐ δύο οἱ πρῶτοι νόες. Καὶ ἡ πρωτίστη ψυχὴ μία, καὶ ἐφ’ ἑκάστου τῶν εἰδῶν, οἷον τὸ πρῶτως καλόν, τὸ πρῶτως ἴσον. Καὶ ἐπὶ πάντων ὁμοίως· οὕτω δὲ καὶ τὸ τοῦ ζῴου εἶδος, ἐν τὸ πρῶτον, καὶ τὸ τοῦ ἀνθρώπου. Ἡ γὰρ αὕτη ἀπόδειξις. Περὶ τοῦ ἀμεθέκτου.