Ancient Greek
24
Proclus Phil., Institutio Theologica 24
Unproofread scanNot analysed yet
Πᾶν τὸ μετέχον τοῦ μετεχομένου καταδεέστερον, καὶ τὸ μετεχόμενον τοῦ ἀμεθέκτου. Τὸ γ μετέχον, πρὸ τῆς μεθέξεως ἀτελὲς ὄν, τέλειον δὲ τῇ μεθέξει γεγόμενον, δεύτερόν ἐστι πάντως τοῦ μετεχομένου, καθὸ τέλειόν ἐστι μετασχόν. Ἡ γὰρ ἀτελὲς ἦν, καὶ τοῦτο τοῦ μετασχεθέντος, ὁ ποιεῖ τέλειον αὐτό, καταδεέστερον. Τὸ δὲ μετεχόμενον τινὸς ὄν, καὶ οὐ πάντων, τοῦ πάντων ὄντος, καὶ οὐ τινός, πάλιν ὑφεῖμένην ἔλαχεν ὑπαρξιν. Τὸ μὲν γὰρ τῷ πάντων αἰτίῳ συγγενέστερον· τὸ δὲ ἧττον συγγενές. Ἦγεῖται δρα τὸ μὲν ἀμέδεκτον τῶν μετεχομένων· ταῦτα δὲ τῶν μετεχόντων. Ὡς γὰρ συνελόντι φάναι, τὸ μὲν ἐστὶν ἕν πρὸ τῶν πολλῶν· τὸ δὲ μετεχόμενον ἐν τοῖς πολλοῖς, ἐν ἅμα καὶ οὐχ ἕν· τὸ δὲ μετέχον πᾶν οὐχ ἕν, ἅμα καὶ ἕν. Περὶ τελείου.