Ancient Greek
25
Proclus Phil., Institutio Theologica 25
Unproofread scanNot analysed yet
Πᾶν τὸ τέλειον εἰς ἀπογεννήσεις πρόεισιν, ὧν δύναται παράγειν, αὐτὸ μιμούμενον τὴν μίαν τῶν ὅλων ἀρχήν. Ὡς γὰρ ἐκεῖνη διὰ τὴν ἀγαθότητα τὴν ἑαυτῆς πάντων ἐστὶν ἐνιαίως ὑποστατικὴ τῶν ὄντων· (ταὐτὸν γὰρ τἀγαθὸν καὶ τὸ ἕν· ὥστε καὶ τὸ ἀγαθοειδῶς τῷ ἐνιαίως ταυτόν·) οὕτω καὶ τὰ μετ' ἐκεῖνην διὰ τὴν τελειότητα τὴν ἑαυτῶν ἄλλα γεννᾶν ἐπείγεται καταδεέστερα τῆς ἑαυτῶν οὐσίας· ἢ τε γὰρ τελειότης τἀγαθοῦ μοιρὰ τίς ἐστι, καὶ τὸ τελειόν, ἢ τέλειον, μιμεῖται τἀγαθόν. Ἐκεῖνο δὲ πάντων ἦν ὑποστατικόν. Ὥστε καὶ τὸ τέλειον, ὧν δύναται, παρακτικόν ἐστι κατὰ φύσιν. Καὶ τὸ μὲν τελειότερον, ὅσω περ ἂν ἡ τελειότερον, τοσοῦτῳ πλείονων αἴτιον· τὸ γὰρ τελειότερον μᾶλλον τἀγαθοῦ μετέχει. Τοῦτο δὲ ἐγγύτερω τοῦ ἀγαθοῦ, τοῦτο δὲ συγγενέστερον τῷ πάντων αἰτίῳ, τοῦτο δὲ πλείονων αἴτιον· τὸ δὲ ἀτελέστερον, ὅσω περ ἂν ἀτελέστερον ἡ, τόσω δὲ μᾶλλον ἐλασσόνων αἴτιον. Πορρώτερον γὰρ ὄν τοῦ παντὸς παράγοντος, ἐλασσόνων ἐστὶν ὑποστατικόν. Τῷ γὰρ πάντα ὑφιστάνειν, ἢ κοσμεῖν, ἢ τελειοῦν, ἢ συνέχειν, ἢ ζωοποιεῖν, ἢ δημιουργεῖν, τὸ μὲν ἐπὶ πλείονων ἕκαστα τούτων δράν συγγενές· τὸ δ' ἐπὶ ἐλασσόνων ἀλλοτριώτερον. Ἐκ δὴ τούτων φανερόν, ὅτι τὸ πορρώτατον τῆς ἀρχῆς τῶν πάντων ἀγονόν ἐστι καὶ οὐδενὸς αἴτιον· εἰ γὰρ τι γεννᾷ, καὶ ἔχει τι μεθ' ἑαυτοῦ, δῆλον, ὡς οὐκέτ' ἂν εἴη πορρώτατον, ἀλλ' ὁ παρήγαγε, πορρώτερω ἐκείνης, αὐτὸ δὲ ἐγγύτερον τῷ παραγαγεῖν· καὶ, ὅτι ἄλλο μιμούμενον τὴν πάντων παρακτικὴν τὴν τῶν ὄντων αἰτίαν.