Ancient Greek
33
Proclus Phil., Institutio Theologica 33
Unproofread scanNot analysed yet
Πᾶν τὸ προϊὸν ἀπὸ τινος καὶ ἐπιστρέφον ,κυκλικὴν ἔχει τὴν ἐνέργειαν . Εἰ γὰρ ,ἀφ ’οὗ προέσιν ,εἰς τοῦτο ἐπιστρέφει ,συνάπτει τῇ ἀρχῇ τὸ τέλος ,καὶ ἐστὶ μία καὶ συνεχὴς ἡ κίνησις · τῆς μὲν ἀπὸ τοῦ μένοντος ,τῆς δὲ πρὸς τὸ μεῖναν γενομένης . Ὅθεν δὴ πάντα κύκλῳ πρόεισιν ἀπὸ τῶν αἰτίων ἐπὶ τὰ αἴτια . Μεῖζους δὲ κύκλοι καὶ ἐλάττους τῶν μὲν ἐπιστροφῶν πρὸς τὰ ὑπερκειμένα συνεχῶς γινομένων ,τῶν δὲ πρὸς τὰ ἄνωτέρω ,καὶ μέχρι τῆς πάντων ἀρχῆς . Ἀπὸ γὰρ ἐκείνης πάντα ,καὶ πρὸς ἐκείνην .