Ancient Greek
34
Proclus Phil., Institutio Theologica 34
Unproofread scanNot analysed yet
Πᾶν τὸ κατὰ φύσιν ἐπιστρεφόμενον πρὸς ἐκεῖνο ποιεῖται τὴν ἐπιστροφήν ,ἀφ ’οὗ καὶ τὴν πρόοδον ἔσχε τῆς οἰκείας ὑποστάσεως . Εἰ γὰρ κατὰ φύσιν ἐπιστρέφεται ,τὴν κατ ’οὐσίαν ὀρεξιν πρὸς ἐκεῖνο κέκτηται ,πρὸς δ ’ἐπιστρέφεται · εἰ δὲ τοῦτο ,καὶ τὸ εἶναι αὐτοῦ πᾶν εἰς ἐκεῖνο ἀνήρτηται ,πρὸς δ ’τὴν οὐσιώδη ποιεῖται ἐπιστροφήν ,καὶ ὁμοίόν ἐστιν ἐκείνῃ κατ ’οὐσίαν . Διὸ καὶ συμπαθὲς ἐκείνῳ κατὰ φύσιν ,ὡς τῇ οὐσίᾳ συγγενές . Εἰ δὲ τοῦτο ,ἡ ταυτόν ἐστι τὸ εἶναι ἀμφοτέρων ,ἢ ἐκ θάτερου θάτερον ,ἢ ἄμφω ἐξ ἑνὸς τοῦ ἄλλου τὸ ὁμοιον ἔλαχεν . Ἄλλ ’εἰ μὲν ταυτόν τὸ εἶναι ἀμφοτέρων ,πῶς κατὰ φύσιν θάτερον πρὸς θάτερον ἐπέστραπται ; Εἰ δὲ ἐξ ἑνὸς ἄμφω ,πρὸς ἐκεῖνο ἂν εἴη τὸ κατὰ φύσιν ἐπιστρέφειν ἀμφοτέρον . Λείπεται ἄρα ἐκ θάτερου θάτερον τὸ εἶναι ἔχειν . Εἰ δὲ τοῦτο ,καὶ ἡ πρόοδος ἀπ ’ἐκείνου ,πρὸς δ ’ἡ κατὰ φύσιν ἐπιστροφή . Ἐκ δὲ τούτων φανερόν ,ὅτι καὶ ὀρεκτὸν πᾶσι νοῦς ,καὶ πρόεισιν ἀπὸ νοῦ πάντα ,καὶ πᾶς ὁ κόσμος ἀπὸ νοῦ τὴν οὐσίαν ἔχει ,κἂν αἰδίος ᾖ . Καὶ διὰ τοῦτο οὐχὶ πρόεισιν ἀπὸ νοῦ ,διότι αἰδίος · οὐδὲ γὰρ διὰ τοῦτο οὐχ ἐπέστραπται ,διότι ἀεὶ τέταχται ,ἀλλὰ καὶ πρόεισιν ἀεὶ ,καὶ αἰδίος κατ ’οὐσίαν ,καὶ ἐπέστραπται ἀεὶ ,καὶ ἄλυτος κατὰ τὴν τάξιν .