Ancient Greek
4
Proclus Phil., Institutio Theologica 4
Unproofread scanNot analysed yet
Πᾶν τὸ ἠνωμένον ἕτερόν ἐστι τοῦ αὐτοἑνός. Εἰ γὰρ ἔστιν ἠνωμένον, μετέχοι ἂν πη τοῦ ἑνός ταύτῃ, ἥ καὶ ἠνωμένον λέγεται. Τὸ δὲ μετέχον τοῦ ἑνός, καὶ ἕν ἐστι καὶ οὐχ ἕν· τὸ δὲ αὐτοἕν οὐχὶ καὶ ἕν ἐστι καὶ οὐχ ἕν. Εἰ γὰρ καὶ τοῦτο, ἕν τε καὶ οὐχ ἕν, καὶ τὸ ἕν αὐτῷ πάλιν ἕν, τὸ συναμφότερον ἔχει, καὶ τοῦτο εἰς ἄπειρον, μηδενὸς ὄντος αὐτοἑνός, εἰς ὁ στῆναι δυ-νατόν. Ἀλλὰ παντὸς ἑνὸς καὶ οὐχ ἑνὸς ὄντος· ἔστιν ἆρα τι τὸ ἠνωμένον τοῦ ἑνὸς ἕτερον. Ταὐτὸν γὰρ δ τῷ ἠνωμένῳ τὸ ἕν, πλῆθος ἄπειρον ἔσται, καὶ ἕκαστο ὡσαύτως ἐκείνων, ἐξ ὧν ἐστι τὸ ἠνωμένον.