Ancient Greek
48 to 49
Proclus Phil., Institutio Theologica 48-49
Unproofread scanNot analysed yet
Πᾶν τὸ μὴ αἰδίον ἢ σύνθετόν ἐστιν, ἢ ἐν ἄλλῳ ὑφέστηκεν· ἢ γὰρ διαλυτόν ἐστιν εἰς ταῦτα, ἐξ ὧν ἐσ- καὶ πάντως σύγκειται ἐξ ἐκείνων, εἰς ἃ διαλύεται, ὑποκειμένου δεόμενον, καὶ ἀπολείπον τὸ ὑποκείμενον οἴχεται εἰς τὸ μὴ ὂν· εἰ δὲ ἀπλοῦν εἴη καὶ ἐν ἑαυτῷ ἀδιάλυτόν τε ἔσται καὶ ἀσκέδαστον. Πᾶν τὸ αὐθυπόστατον αἰδίόν ἐστι. Δύο γὰρ εἰσὶ τρόποι, καθ’ οὓς ἀνάγκη τι μὴ αἰδίον εἶναι· ὁ μὲν ἀπὸ τῆς συνθέσεως, καὶ ἀπὸ τῶν ἐν ἄλλῳ ὄντων· δὲ αὐθυπόστατον οὔτε σύνθετόν ἐστιν, ἀλλ’ ἀπλοῦν, οὔτε ἐν ἄλλῳ, ἀλλ’ ἐν ἑαυτῷ· αἰδίον ἄρα ἐστίν.