Ancient Greek
47
Proclus Phil., Institutio Theologica 47
Unproofread scanNot analysed yet
Ἡἵν τὸ αὐθυπόστατον ἀμερὲς ἐστι καὶ ἀπλοῦν· εἰ γὰρ μεριστόν, αὐθυπόστατον ὄν, ὑποστήσει μερισ- ἑαυτό, καὶ ὅλον αὐτὸ στραφήσεται πρὸς ἑαυτό, πᾶν ἐν παντὶ ἑαυτῷ ἔσται· τοῦτο δὲ ἀδύνατον· ἄμε- ἄρα τὸ αὐθυπόστατον· ἀλλὰ μὴν καὶ ἀπλοῦν· εἰ γὰρ σύνθετον, τὸ μὲν χεῖρον ἔσται ἐν αὐτῷ, τὸ δὲ βέλτιον καὶ τό, τε βέλτιον ἐκ τοῦ χειρόνου ἔσται, καὶ τὸ χεῖ- ρον ἐκ τοῦ βελτίονος, εἴπερ ὅλον ἀφ’ ὅλου ἑαυτοῦ πρόεισιν· ἐτὶ δὲ οὐχ αὐτάρκες, προσδεῆς ὧν τῶν ἐκ τοῦ στοιχείων, ἐξ ὧν ὑφέστηκεν. Ἀπλοῦν ἄρα ἐστὶν πᾶν, ὅπερ [ἄν] αὐθυπόστατον ᾖ. Περὶ αἰδίου, πρὸς τὸ δεῖξαι, ὅτι αἰδίος ὁ κόσμος.