Ancient Greek
55
Proclus Phil., Institutio Theologica 55
Unproofread scanNot analysed yet
Πᾶν τὸ κατὰ χρόνον ὑφεστώς ἢ τὸν ἀεὶ χρό- |LV. C νον ἐστιν, ἢ ποτε ἐν μέρει χρόνου τὴν ὑπόστασιν κε- |tempus κτημένον· εἰ γὰρ αἱ πρόοδοι πᾶσαι δι’ ὁμοιότητός |in temp εἰσι, καὶ πρὸ τῶν πάντη ἀνομοίων συνεχῆ τοῖς πρώ- |Si enim τοις ὑφίσταται τὰ δμοια πρὸς αὐτὰ μᾶλλον ὄντα, ἢ |ea, quae ἀνόμοια, τοῖς δὲ αἰωνίοις συνάπτειν τὰ ἐν μέρει χρόνου |quae m γιγόμενα αἰδύνατον (καὶ γὰρ ὡς γινόμενα, ἐκείνων |æternis ὑπὸν, καὶ ὡς ποτὲ τῶν ἀεὶ ὑφεστηκότων διέστηκε, |tempor μέσα δὲ τούτων τε καὶ ἐκείνων ἔστι τὰ πῇ μὲν ὁμοία ἐκείνοις ,πῇ δὲ ἀνόμοια ),οὐκοῦν τῶν ποτὲ γινομένων καὶ τῶν ἀεὶ ὄντων μέσον ἢ τὸ ἀεὶ γινόμενον ,ἢ τὸ ποτὲ ὄν ,ἢ τὸ οὐχ ὅντως ,ἢ τὸ ποτὲ ὅντως ὄν . τὸ δὲ ποτὲ ὅντως ὄν ἀδύνατον εἶναι . Τὸ δὲ ποτὲ οὐχ ὅντως ὄν τῷ γινομένῳ ταῦτόν ἐστιν . οὐκ ἄρα μέσον τὸ ποτὲ ὄν . Λείπεται ἄρα τὸ ἀεὶ γινόμενον εἶναι τὸ μέσον ἀμφοῖν · τῷ μὲν γίνεσθαι ἀπτόν τοῖς χείροσι ,τῷ δὲ δεῖ μιμουμένον τὴν αἰώνιον φύσιν · ἐκ δὴ τούτων φανερὸν ,ὅτι διττὴ ἡ ἀϊδιότης αἰώνιος μὲν ἄλλη ,κατὰ χρόνον δὲ ἄλλη · ἥ τε ἑστῶσα ἀϊδιότης ,ἡ δὲ γινομένη · καὶ ἡ μὲν ἑστῶσα ἔχουσα τὸ εἶναι ,καὶ ὁμοῦ πᾶν · ἡ δὲ ἐκχυθεῖσα καὶ ἐξαπλωθεῖσα κατὰ τὴν χρονικὴν παράτασιν · καὶ ἡ μὲν ὅλη καθ’ αὑτήν ,ἡ δὲ ἐκ μερῶν ,ὧν ἕκαστον χωριστὸν ἐστι κατὰ τὸ πρότερον καὶ ὕστερον .