Ancient Greek
56
Proclus Phil., Institutio Theologica 56
Unproofread scanNot analysed yet
Πᾶν τὸ ὑπὸ τῶν δευτέρων παραγόμενον ,ἀπὸ τῶν προτέρων καὶ αἰτιωτέρων παράγεται μᾶλλον ,ἀφ’ ὧν καὶ τὰ δεύτερα παρήγετο . Εἰ γὰρ τὸ δεύτερον ὅλην ἔχει τὴν οὐσίαν ἀπὸ τοῦ πρὸ αὐτοῦ ,καὶ ἡ δύναμις αὐτῷ τοῦ παράγειν ἐκεῖθεν (καὶ αἱ δυνάμεις παρακτικαὶ κατ’ οὐσίαν εἰσὶν ἐν τοῖς πράγουσι ,καὶ συμπληροῦσιν αὐτῶν τὴν οὐσίαν )· ἐπεὶ τὴν τοῦ παράγειν δύναμιν ἀπὸ τῆς ὑπερκειμένης αἰτίας ἔλαχε ,παρ’ ἐκείνης ἔχει τὸ εἶναι αἴτιον ,ἐστὶν αἴτιον ,μετρηθὲν ἐκεῖθεν κατὰ τὴν ὑποστατικὴν δύναμιν . Εἰ δὲ τοῦτο ,καὶ τὰ ἀπ’ αὐτοῦ προϊόντα αἰτιατὰ ἂν εἴη διὰ τὸ πρὸ αὐτοῦ . Τὸ γὰρ θάτερον ἀποτελεῖσαι αἴτιον ,καὶ θάτερον αἰτιατὸν ἀποτελεῖ · εἰ δὲ τοῦτο καὶ τὸ αἰτιατὸν ἐκεῖθεν ἀποτελεῖται τοιοῦτον · ἀνάγκη ,ὅτι καὶ μειζόνως ἐκεῖθεν ,δῆλον . Εἰ γὰρ τὴν αἰτίαν τοῦ παράγειν αὐτὸ τῷ δευτέρῳ παρέδωκεν ,εἶχεν ἄρα πρώτως ταύτην τὴν αἰτίαν ,διὰ τοῦτο καὶ τὸ δεύτερον ἐγέννα ,τὴν τοῦ δευτέρου γεννᾶν δύναμιν ἐκεῖθεν λαβόν . Εἰ δὲ τὸ μὲν κατὰ μέθεξιν ἐγένετο παρακτικόν ,τὸ δὲ κατὰ μετάδοσιν καὶ πρώτως ,μειζόνως αἴτιον ἐκεῖνο ,τὸ καὶ ἄλλῃ τῆς γεννητικῆς τῷ ἐφεξῆς δυναμένῳ μεμεταδεδοχός .