Ancient Greek
59
Proclus Phil., Institutio Theologica 59
Unproofread scanNot analysed yet
Πάν τὸ ἀπλοῦν κατ’ οὐσίαν ἢ χρεῖττόν ἐστι σύνθετον ἢ χειρόν. Εἰ γὰρ τὰ ἄκρα τῶν ὄντων ὑπὸ ἐλασσόνων καὶ ἀπλουστέρων παράγεται, τὰ δὲ μέσα ὑπὸ πλειόνων, ταῦτα μὲν ἔσται σύνθετα, τὰ δὲ ἄκρα τὰ μὲν κατὰ τὸ χρεῖττον ἀπλούστερα, τὰ δὲ κατὰ τὸ χειρόν. Ἀλλὰ μὴν ὅτι τὰ ἄκρα ὑπὸ ἐλασσόνων παράγεται, δῆλον, διότι τὰ ἄνωστέρω καὶ ἄρχεται πρὸ τῶν κατα- κειμένων, καὶ ὑπερεκτείνεται αὐτῶν, ἐφ’ ὃ μὴ πρόει- σι ἐκεῖνα δι’ ἑφεσιν δυνάμεως. Διὰ γὰρ τοῦτο καὶ τὸ ἄρχατον τῶν ὄντων ἀπλούστα- τον, ὥσπερ τὸ πρῶτον, ὅτι ἀπὸ μόνοῦ πρόεισι τοῦ πρώ- του. Ἄλλ’ ἡ ἀπλότης ἡ μὲν κατὰ τὸ χρεῖττόν ἐστι πρώτης συνθέσεως, ἡ δὲ κατὰ τὸ χειρόν· καὶ ἐπὶ πάν- των ὁ αὐτὸς λόγος ἐστί.