Ancient Greek
60
Proclus Phil., Institutio Theologica 60
Unproofread scanNot analysed yet
Πᾶν τὸ πλειόνων αἴτιον χρεῖσσόν ἐστι τοῦ πρὸς ἐλάσσονα τὴν δύναμιν λαχόντος καὶ μέρη παραγόντος· ῶν ὑάτερον ὁλῶν ὑποστατικὸν ἐστιν. Ἐὰ γὰρ τὸ ἐλασσόνων, τὸ δὲ πλειόνων αἴτιον, μέρη δὲ [τὰ] τῶν ἑτέρων, ἅ μὲν ποιεῖ θάτερον, καὶ τὸ λοιπὸν ποιεῖ, τὸ τῶν πλειόνων ὑποστατικόν· ἅ δὲ τοῦτο ποιεῖ, τούτων οὐ πάντων ἐστὶν ἐκεῖνο παραχτικόν. ὑπονατώτερον ἄρα καὶ περιληπτικώτερον· ὡς γὰρ προεληφθὲν πρὸς τὸ προελθὸν, οὕτω καὶ τὸ παραγαγὸν πρὸς τὸ παραγαγόν, κατ’ ἀλληλα ληφθέντα· τὸ δὲ πλεῖω δύναμιν μεῖζονα δύναμιν ἔχει καὶ ὀλικωτέραν. Τοῦτο δὲ ἐγγύτερον τῆς πάντων αἰτίας· τὸ δὲ ἐγγύτερω ταύτης μεῖζον ἐστὶν ἀγαθόν, εἴπερ αὕτη τὸ ἀγαθόν· τὸ ἄρα πλεῖον αἴτιον κατ’ οὐσίαν χρεῖττον ὑπάρχει τοῦ τὰ ἐλάσσονα παράγοντος.