Ancient Greek
62
Proclus Phil., Institutio Theologica 62
Unproofread scanNot analysed yet
Πᾶν πλῆθος ἐγγύτερω τοῦ ἑνὸς ὅν ποσῷ ἐστὶ τῶν πορρώτερόν ἐλασσον, τῇ δυνάμει δὲ μεῖζον· ὅμοιον γὰρ τῷ ἑνὶ μᾶλλον τὸ ἐγγύτερον· τὸ δὲ ἓν πάντων ἤν ὑποστατικὸν ἀπλῆθύντως. Τὸ ἄρα ὁμοιότερον αὐτῷ, πλειόνων αἴτιον ὑπάρχον, εἴπερ ἐκεῖνο πάντων ἐνοειδέστερον ἐσται καὶ ἀμεριστότερον, εἴπερ ἐκεῖνο ἓν. Ὡς μὲν οὖν ἓν τὸ ἥττον πεπληθυσμένον μᾶλλον συγγενές, ὡς δὲ πάντων αἰτίω τὸ πλειόνων παραχτικόν· τοῦτο δὲ δυνατώτερον, ἐκ δὴ τούτων φανερόν, ὅτι πλεῖον μέν αἱ σωματικαὶ φύσεις τῶν ψυχῶν, πλείους δὲ αὗται τῶν νόων· οἱ δὲ νοῦς πλείους τῶν θείων ἐνάδων· καὶ πάντων ὁ αὐτὸς λόγος ἐστί.