Ancient Greek
61
Proclus Phil., Institutio Theologica 61
Unproofread scanNot analysed yet
Πᾶσα δύναμις ἀμέριστος μὲν οὖσα μεῖζων ἐστίν, μεριζομένη δὲ ἐλάσσων. Ἐὰ γὰρ μερίζεται, πρόσθε ἐκ πλήθους· εἰ δὲ τοῦτο, πορρώτερόν γε γίνεται τοῦ ἑνός· εἰ δὲ τοῦτο, ἐλάσσον δυνήσεται τοῦ ἑνός, καὶ τοῦ συνισταμένου αὐτὴν ἀφισταμένη καὶ ἀτελής, εἴπερ ἕκαστον τὸ ἀγαθὸν ὑπάρχει κατὰ τὴν ἕνωσιν.