Ancient Greek
67
Proclus Phil., Institutio Theologica 67
Unproofread scanNot analysed yet
Πᾶσα ὁλότης ἢ πρὸ τῶν μερῶν ἔστιν, ἢ ἐκ τῶν μερῶν, ἢ ἐν τῷ μέρει. Ἡ γὰρ ἐν τῇ αἰτίᾳ τὸ ἑκάστου θεωροῦμεν εἶδος, καὶ ὅλον ἐκεῖνο πρὸ τῶν μερῶν λέγομεν, τὸ ἐν τῷ αἰτίῳ ὑποστάν, ἢ ἐν τοῖς μέρει τεχούσιν αὐτοῦ μέρεσι. Καὶ τοῦτο διχῶς· ἢ γὰρ ἀπασιν ὁμοῦ τοῖς μέρεσι, καὶ ἔστι τοῦτο ἐκ τῶν μερῶν ὅλον, οὗ καὶ ὁτιοῦν μέρος ἀπὸν ἐλαττοῖ τὸ ὅλον· ἢ ἑκάστῳ τῶν μερῶν, ὡς καὶ τοῦ μέρους κατὰ μέθεξιν τοῦ ὅλου γεγενημένος· ὃ καὶ ποιεῖ τὸ μέρος εἶναι δὲ μερικῶς. Καθ’ ὑπαρξιν μὲν οὖν ὅλον τὸ ἐκ τῶν μερῶν κατ’ αἰτίαν δὲ τὸ πρὸ τῶν μερῶν· κατὰ μέθεξιν δὲ ἐν τῷ μέρει. Καὶ γὰρ τοῦτο κατὰ τὴν ἐσχάτην ὑπόστασιν ὅλον, ἢ μιμεῖται τὸ ἐκ τῶν μερῶν ὅλον, ὅταν μὴ τύχῃ ἢ μέρος, ἀλλὰ τῷ ὅλῳ δυναμένον ἀφομοιοῦσθαι, οὗ καὶ τὰ μέρη ὅλα ἐστίν.