Ancient Greek
68
Proclus Phil., Institutio Theologica 68
Unproofread scanNot analysed yet
Πᾶν τὸ ἐν τῷ μέρει ὅλον, μέρος ἐστὶ τοῦ ὅλου τῶν μερῶν ὅλου. Εἰ γὰρ μέρος ἐστίν, ὅλου τινός ἐστι μέρος, καὶ ἤτοι τοῦ ἐν αὐτῷ ὅλου, καθὸ λέγεται ἐν τῷ μέρει ὅλον· (ἀλλ’ οὕτως αὐτὸ ἑαυτοῦ μέρος, καὶ ἴσον τῷ ὅλῳ τὸ μέρος ἔσται, καὶ ταὐτὸν ἑκάτερον·) ἢ ἄλλου τινὸς ὅλου. Καὶ εἰ ἄλλου, ἢ μόνον ἐστὶν ἐκείνου μέρος, καὶ οὕτως οὐδὲν ἂν πάλιν τοῦ ὅλου διαφέροι, ἑνὸς ὄντος ἐν ὧν μέρος, ἢ μεθ’ ἑτέρου. Παντὸς γὰρ ὅλου τὰ μέρη πλείω ἑνός, καὶ ἐκεῖνο ἐκ πλειόνων· ὃν ὅλον ἐκ τῶν μερῶν, ἐξ ὧν ἐστι· οὕτω τὸ ἐν τῷ μέρει ὅλον τοῦ ἐκ τῶν μερῶν ἐστὶ μέρος.