Ancient Greek
7
Proclus Phil., Institutio Theologica 7
Unproofread scanNot analysed yet
Πάν τὸ παρακτικὸν ἄλλου κρεῖττόν ἐστι τῆς τοῦ παραγομένου φύσεως. Ἦτοι γὰρ κρεῖττόν ἐστιν ἢ χειρόν ἢ ἴσον. Τὸ τοίνυν ἀπὸ τούτου παραγόμενον ἢ δύναμιν ἔχει καὶ αὐτὸ παρακτικὴν ἄλλου τινός, ἢ ἀγονον ὑπάρχει παντελῶς. Ἀλλ’ εἰ μὲν ἀγονον εἴη, κατ’ αὐτὸ τοῦτο τοῦ παράγοντος ἧττωται, καὶ ἐστὶν ἄνισον ἐκείνῳ, γονίμω ὄντι καὶ δύναμιν ἔχοντι τοῦ ποιεῖν, ἀδρανές ὄν. Εἰ δὲ καὶ αὐτὸ παρακτικόν ἐστιν ἄλλων, ἢ καὶ αὐτὸ ἴσον ἑαυτῷ παράγει, καὶ τοῦτο ὡσαύτως ἐπὶ πάντων, καὶ ἔσται τὰ ὄντα πάντα ἴσα ἀλλήλοις, καὶ οὐδὲν ἄλλου ἄλλο κρεῖσσον, ἀεὶ τοῦ παράγοντος ἴσον ἑαυτῷ τὸ ἐφεξῆς ὑφιστάντος, ἢ ἄνισον, καὶ οὐκέτ’ ἂν ἴσον εἴη τῷ αὐτὸ παράγοντι. Δυνάμεων γὰρ ἴσων ἐστὶ τὰ ἴσα ποιεῖν· τὰ δὲ ἐκ τούτων ἄνισα ἀλλήλοις, εἴπερ τὸ μὲν παραγαγὸν τῷ πρὸ αὐτοῦ ἴσον, αὐτῷ δὲ τὸ μετ’ αὐτὸ ἄνισον. Οὐχ ἄρα ἴσον εἶναι δεῖ τῷ παράγοντι τὸ παραγόμενον· ἀλλὰ μήν οὐδ’ ἐλάσσον ἔσται ποτὲ τὸ παραγαγόν. Εἰ γὰρ αὐτὸ τὴν οὐσίαν τῷ παραγομένῳ δίδωσιν, αὐτὸ καὶ τὴν δύναμιν αὐτῷ χορηγεῖ κατὰ τὴν οὐσίαν. Εἰ δὲ αὐτὸ παρακτικόν ἐστι τῆς δυνάμεως τῇ μετ’ αὐτὸ πάσης, κἂν ἑαυτὸ δύνατο ποιεῖν τοιούτον, οἷον ἐκεῖνο. Εἰ δὲ τοῦτο, καὶ ποιήσειεν ἂν ἑαυτὸ δυνατώτερον· οὔτε γὰρ τὸ μὴ δύνασθαι κωλύει παρούσης τῆς ποιητικῆς δυνάμεως, οὔτε τὸ μὴ βούλεσθαι. Πάντα γὰρ τοῦ ἀγαθοῦ ὀρέγεται κατὰ φύσιν · ὥστε εἰ ἄλλο δύναται τελειώτερον ἀπεργάσασθαι, κἂν αὐτὸ πρὸ τοῦ μετ’ αὐτὸ τελειώσειεν. Οὔτε ἴσον ἄρα τὸ παραγόμενον τῷ παράγοντι ἐστιν, οὔτε κρεῖττον. Πάντη ἄρα τὸ παράγον κρεῖττον τῆς τοῦ παραγομένου φύσεως. Περὶ τοῦ πρώτου ἀγαθοῦ, ὁ καὶ τά-γαθὸν καλεῖται.