Ancient Greek
8
Proclus Phil., Institutio Theologica 8
Unproofread scanNot analysed yet
Πάντων τῶν ὁπωσοῦν τοῦ ἀγαθοῦ μετεχόντων ἵγεται τὸ πρῶτον ἀγαθόν, καὶ ὁ μηδὲν ἐστιν ἄλλο ἢ τἀγαθόν· εἰ γὰρ πάντα τὰ ὄντα τοῦ ἀγαθοῦ ἐφέται, ὅλην ὅτι τὸ πρῶτον ἀγαθὸν ἐπέκεινά ἐστι τῶν ὄντων. Εἰ γὰρ ταὐτόν τινὶ τῶν ὄντων, ἢ ταὐτόν ἐστιν ὃν καὶ τἀγαθόν, καὶ τοῦτο τὸ ὃν οὐκέτι ἂν ἐφίεμενον εἴη τοῦ ἀγαθοῦ, αὐτὸ τἀγαθὸν ὑπάρχον· τὸ γὰρ ὀρεγόμενον του, ἐνδεές ἐστιν, οὗ ὀρέγεται, καὶ τοῦ ὀρεκτοῦ ἕτερον· ἢ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο. Καὶ τὸ μὲν μεθέξει τὸ ὃ, τὸ δὲ ἔσται μετεχόμενον ἐν τούτῳ τὸ ἀγαθόν. Τι ἄρα ἀγαθὸν ἐστιν ἐν τινὶ τῶν μετεχόντων ὃν, καὶ οὔ τὸ μετασχὸν ἐφίεται μόνον, ἀλλ’ οὔ τὸ ἀπλῶς ἀγαθόν, καὶ οὔ πάντα τὰ ὄντα ἐφίεται. Τοῦτο μὲν γὰρ κοινόν ἐστι πάντων τῶν ὄντων ἐφετόν. Τὸ δὲ ἐν τινι γενόμενον, ἐκείνου μόνον ἐστὶ τοῦ μετασχόντος· τὸ ἄρα πρῶτως ἀγαθὸν οὐδὲν ἄλλο ἐστὶν ἢ ἀγαθόν· ἂν γὰρ τι ἄλλο προσθῇς, ἡλάττωσας τῇ προσθέσει τὸ ἀγαθόν, τί ἀγαθὸν ποιήσας, ἀντὶ τοῦ ἀγαθοῦ τοῦ ἀπλῶς. Τὸ γὰρ προστεθὲν, οὐχ ὅν τὸ ἀγαθὸν ἀλλ’ ἧττον ἢ ἐκεῖνο, τῇ ἑαυτοῦ οὐσίᾳ τὸ ἀγαθὸν ἡλάττωσεν. Περὶ αὐτάρχους.